Δια τι ο της νηστείας χρόνος εν μ' ημεραις αριθμείται;
Γιατί νηστεύουμε σαράντα ημέρες;

Ζητούσι τινες τι δηποτε ο της νηστείας χρόνος εν ημέραις ημίν μ' περιγράφεται και ούτε εις τον πεντηκοστόν ή εξηκοστόν παρατείνεται, ουδέ εντός παλιν των μ' περικλειετε; και ουχ ημιν μόνον ουτω παραδεδοται, αλλά και αυτός ο κοινός Δεσπότης και Σωτήρ ημών, ο νομοθέτης των εν τη χαριτι, μ' ημερας φαίνεται νηστευσας, οποτε αυτω προσβαλλειν [εμμελεν] ο πειραζων, προς αγώνα απεδυετο και προ γε του Δεσποτου ο προφήτης Ηλίας, τοσαυτας ημερας διανυσαι εν νηστειαις αναγεγραπται και έτι προ τούτου Μωυσής εν τω Σιναιω ορει ηνικα τας πλάκας θεοθεν λαβείν παρεσκευαζετο η μεν ουν ζήτησις αυτη. 
Αλλα γαρ την μεν βαθυτεραν και απορρητοτεραν αιτιαν ισως αν τις άλλος κατά τους προειρημενους ανδρας ανηγμενος τε και μεταρσιος την θεωριαν, υψηλοτεραν τε και θειοτεραν αποδωσειεν α δε εις ημετεραν ηκε μαθησιν, ερουμεν. 
Εν εξ ημεραις ο Θεός τον παρόντα και ορωμενον τούτον κόσμον εδημιουργησε τη δε εβδόμη κατεπαυσε μεν από των έργων πέρας εθηκε τω φιλοτεχνηματι συναριθμειτε δε και αυτη ταις προ αυτή, ώσπερ και πάσα αρχή και χρόνου τινος και πέρας εν τη συναριθμησει των μεταξύ συμπεριλαμβάνεται και ο παρών αιών της εβδομάδος συνεχώς ανακλυκλουμενος απαρτιζεται η δε ογδοας τον μέλλοντα αιώνα δηλοι, και τον εκ του παρόντος εις άλλην τινά θειοτεραν ληξιν και καταστασιν, ητις και ογδόας καλείτε και πρώτη και μια ογδοας μεν ως άλλο τι διάστημα παρά τον συμπληρουμενον χρόνον προ της εβδομάδος υπάρχουσα πρώτη δε ως αρχή ούσα λήξεως ετερας και πολιτείας θειοτερας και αμεινονος μια δε ως ουκ έχουσα μετ' αυτην, ετέρα χρονικην περίοδον, αλλ' αυτη ατελευτητως υπάρχουσα και διαμενουσα.
Τούτων ούτω προτεθεωρημενων ημιν, όσοι μεν εβδομην κατά την εβδομαδα βουλοιντο τον ρευστον τούτον χρόνον και επικηρον και τοις ρευστοις και φθαρτοις συμπαραμετρουμενον τε και συμπαραρρεοντα, ουτοι ταις αμαρτίαις και των παθών τη αχλυι τας αισθήσεις πάσας κατεκηλιδωσαν και ακοήν μεν επλησαν ασμάτων πορνικών και των όσα τούτοις συνεπεται και όψις μεν αυτοις τα ψυχοφθόρα θεάματα αφή δε και γεύσις και όσφρησις, ίνα μη καθεκαστον αισθητήριον λέγων εις μήκος, αποτεινω τον λόγον, οις ουο θεμις ενδιατριβουσιν εξ ων αυτοις ακατακριτως α τε η φύσις παρεσχετο και α μη θείος νόμος εκωλυσε, περί ταύτα αναστρεφεσθαι. Των ουν εν ημιν ε' αισθήσεων ουτος ερρυπωμενων τε και λελυμασμεννων υπο των παθών τε και της ροής, α εν τω ρεοντι προσλαμβανομεν χρόνω, τούτων η κάθαρσις και η εις το αρχαίον αποκατάστασις ουκ αν γενοιτο κατά τον τύπον και την μιμησιν του ρευστού και φιλαμαρτημονος χρόνου κατά την τάξιν δε μάλλον και παιδαγωγιαν και εκμιμησιν του απαθούς τε και αρρευστου και ατελευτητου χρόνου ον ο λόγος μικρόν άνωθεν ογδοην τε και πρωτην και μιαν εδιδαξεν επονομαζεσθαι. 
Επιει ουν αι ε' αισθήσεις ημών επί την ογδοάδα πολλαπλασιαζομεναι τον μ' αποτελουσιν αριθμόν δια δε των ε' αισθησεων ζωμεν τε και τας πράξεις επιτελουμεν οσαι τε φαύλοι και οσαι εις αρετων αναφερονται λόγον, εικοτων δια μ' ημερών ταυτας καθαιρωμεν, και πάσαν αυταις πολιτευεσθαι ως αν η ογδοας, αλλά  μη το ρευστον της εβδομαδος επιταττη τε και διακελευηται ταυτην δε ημών τη θεωρία και ο Άγιος Ιωάννης ο Κωνσταντινουπόλεως εν τινι των αυτού λόγων ος επιγεγραπται, Περι νηστείας, συναδων τε και προμαρτυρομενος επιδεικνυται.

0 σχόλια:

Δημοσίευση σχολίου