7/7/17

Ασματική ακολουθία Αγίου Νεκταρίου εκ Βρυούλων



ΜΗΝΙ ΙΟΥΛΙΩ ΙΑ'

Μνήμη του Αγίου ενδόξου Οσιομάρτυρος Νεκταρίου του εκ Βρυούλλων, 
του ασκήσαντος εν τη ιερά Σκήτη της Θεοπρομήτορος αγίας Άννης.
Εν τω μικρώ Εσπερινώ
ιστώμεν Στίχους δ'. και ψάλλομεν Στιχηρά Προσόμοια του αγίου. 
Ήχος β'.
Ποίοις ευφημιών στέμμασιν.

Ποίοις υμνωδιών κάλλεσι, στεφανώσωμεν τον στεφανιστην, τονλαμπρά της νίκης Νεκτάριον, και κατά της πλάνης στήσαντα τρόπαια, της θεομισούς και παμβεβήλου· και ταύτην , της αληθείας τοις πυρσεύμασι, γενναίως και ατρομήτως στηλιτεύσαντα· ον περ πάνυ επαξίως, αθανάτου δόξης, διαδήμασι στεφανοί, Χριστός ο Θεός ημών, ο έχων το μέγα έλεος. (Δις)

Ποίοις ευφημιών χείλεσιν, επαινέσωμεν τον αθλοφόρον; τον εκ γης προς ύψος ουράνιος, αναπτάντα θείον Νεκτάριον, κααι τας σκηνάς των αθλοφόρων οικουντα· αει δε, τω θείω θρόνω παριστάμενον· και θείοις, χοροίς Αγγέλων συγψορεύοντα, τον καθαιρέτην της πλάνης, τον στερρόν οπλίτην, δι' ου δαιμόνων οφρύν, Χριστός καταβέβληκεν, ο έχων το μέγα έλεος.

Ποίοις μελωδιών άνθεσιν, αναδήσωμεν τον στεφανίτην; της θεογνωσίας τον κήρυκα, και της απιστίας το δρέπανον, των Οσίων κλέος και Μαρτύρων Βρυούλλων, περιφανέστατον αγλάϊσμα· και θρέμμα, ευαγέστατον του Άθωνος την αναβλύζουσα κρήνην, ιαμάτων όμβρους, ους αντλούμεν οι πιστοί, Χριστόν τον Θεόν υμών, εν ύμνοις μεγαλύνομεν.


Δόξα, Ήχος πλ. δ'
Σήμερον ο Οσιομάρτυς Νεκτάριος, εν δυο πλουτών αθλήσεσι, την πρότερον ασκήσεσι, και είτα του μαρτυρίου, δια τον Χριστόν ον είχεν εγκάρδιον έρωτα, δυο σκηνάς εκληρώσατο, και τον Οσίων και των Μαρτύρων, μετ' αυτών εις αιώνας αγαλλόμενος τούτω ουν και ημείς πιστώς εκβοήσωμεν· θρεπάπων Χριστού, και φίλε πιστότατε, μη διαλίπης πρεσβεύων αυτώ υπέρ των ψυχών υμών.


Και νυν, Θεοτοκίον, ο αυτός.
Δέσποινα πρόσδεξαι, τας δεήσεις των δούλων σου, και λύτρωσαι ημάς, από πάσης ανάγκης και θλίψεως


Εις τον Στίχον Στιχηρά Προσόμοια, Ήχος β'.
Οίκος του Ευφραθά.
Στίφη νυν πιστών, και των Βρυούλλων παίδες, ασπάσασθε προθύμως, του θείου Νεκταρίου, λείψανα τα πάντιμα.


Στίχ. Τοις αγίοις τοις εν τη γη.
Ρείθροις προκαθαρθείς, δακρύων ως ο Πέτρος, Νεκτάριε εγένου, συμμέτοχος εκείνου, Χριστού παθών μακάριε.


Στίχ. Θαυμαστός ο Θεός.
Όλλυται ο εχθρός, βέλει της καρτερίας, της σης Χριστού οπλίτα Νεκτάριε γενναίε, ο σου κατακαυχώμενος.


Δόξα, και  νυν, όμοιον.
Υπέρθεε Τριάς, Πάτερ, Υιέ και Πνεύμα, λιταίς της Θεοτόκου, και ταις του Νεκταρίου, θέωσον τους υμνούντας σε.


Απολυτίκιον του Αγίου.
Ήχος α'. Του λίθου σφραγισθέντος.
Της Σκήτεως το ρόδον και του Άθω εκλόγιον και της των Βρυούλλων το κλέος, και σεπτόν θείον βλάστημα Νεκτάριον τιμήσωμεν πιστοί, τον Όσιον και Μάρτυρα Χριστού, τον αθλήσαντα γενναίως και τελέσαντα θαυμάσια παράδοξα· δόξα τω ενισχύσαντι Χριστώ, δόξα τω στεφανώσαντι, δόξα των εν γη και ουρανώ σε θαυμαστώσαντι.


Θεοτοκίον
Τοῦ Γαβριὴλ φθεγξαμένου σοὶ Παρθένε τὸ Χαῖρε, σὺν τὴ φωνὴ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τὴ ἁγία κιβωτῶ, ὡς ἔφη ὁ δίκαιος Δαυϊδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῶ ἐνοικήσαντι ἐν σοί, δόξα τῶ προελθόντι ἐκ σοῦ, δόξα τῶ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

Εν δε τω Μεγάλω Εσπερινώ, μετά τον Προοιμιακόν, στιχολογούμεν το, Μακάριος ανήρ.
Εις δε το Κύριε εκέκραξα ιστώμεν στίχους η' και ψάλλομεν Στιχηρά Προσόμοια του αγίου· Ήχος δ'.



Ως γενναίον εν Μάρτυσιν.
Τον εν Μάρτυσιν ύστατον, και Οσίοις Νεκτάριον, τη δε δόξη πρώτιστον, ώσπερ γέγραπταί, ανευφημήσωμεν άσμασι, Βρυούλλων το βλάστημα, και το καύχημα ομού, το φυτόν τον μελίρυτον, όπερ έτεμε, το απαίσιον ξίφος των τυράννω, και εκέρασε το νέκταρ, τοις ευσεβέσι το ήδιστον. (δις).

Αειρρύτοις δακρύοις σου, και λοιποίς αγωνίσμασι, σης στερράς ασκήσεως εγεώργησας, ημίν τον βότρυν τον πέπυρον, ληνώ μαρτυρίου σου, ον επάτησας σοφέ, όθεν οίνον Νεκτάριε, τον ευφρόσυνον, αγαλλόμενοι πίνομεν βοώντες· εν τη θεία εορτή σου, δόξα τω σε ενισχύσαντι.

Θεία κρήνη πηγάζουσα, νεκταρώδη ιάματα, τοις πιστοίς Νεκτάριες, Μάρτυς ένδοξε, η σης σορός αναδέδεικται, εξ ης αρυόμεθα, κατ' αμφοίν την αρωγήν, της ψυχής και του σώματος αγαλλόμεθα, κατά χρέος την μνήμην σου τιμώντες, και γενναίους σου αγώνας, ους υπέρ της πίστεως ήνυσας.


Έτερα Στιχηρά Προσόμοια της Αγίας, εκ του Μηναίου.
Δόξα, Ήχος πλ. β'.
Την ετήσιον μνήμην του Οσιομάρτυρος Νεκταρίου, αξιοπρεπώς πάντοτε οι πιστοί μετ΄ευλαβείας τελέσωμεν. Ούτος γαρ δι' αγάπην Χριστού του Θεού, του ιδίου σώματος ουκ εφείσατο, αλλ' ως θύμα τοις ανόμοις παρέδωκεν εαυτόν, γενναίως αγωνισάμενος, και την κάραν αποτμηθείς, πρεσβεύει υπέρ ημών προς τον Κύριον.


Και νυν, Θεοτοκίον, ο αυτός.
Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.


Είσοδος· το, Φώς ιλαρόν· το Προκείμενον της ημέρας, και τα Αναγνώσματα.


Προφητείας Ησαΐου το Ανάγνωσμα.
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν, Τὶς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τὶς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ· Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.


Σοφίας Σολομώντος το Ανάγνωσμα
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἑλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.


Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.


Της Αγίας, εκ του Μηναίου.
Του αγίου. Δόξα. Ήχος δ'.
Οσιομάρτυς Χριστού, Νεκτάριε αξιάγαστε, συ την οφρύν των ανόμων και ασεβών, καθείλες γενναιότατα· συ και την βλαστήσασάν σε πόλιν των Βρυούλλων, εν κόσμω εμεγάλυνας τη σπουδή των αιμάτων σου, και πάντας ορθοδόξους υπερφαίδρυνας· ως έχων παρρησίαν προς Κύριον, πρεύσβευε υπέρ ημών, των εκ πόθου τελούτων το ιερόν σου μνημόσυνον.


Και νύν, Θεοτοκίον, ο αυτός.
Εκ παντίων κινδύνων τους δούλους σου φύλλατε, ευλογημένη Θεοτόκε, ίσα σε δοξάζωμεν, την ελπιδα των ψυχών ημών.

Εις τον Στίχον· Στιχηρά Προσόμοια. Ήχος πλ. α'.
Χαίροις ασκητικών αληθώς.
Χαίροις ο την χαράν τοις πιστοίς, τη ευτολμία του σεπτού μαρτυρίου σου, πηγάσας και κατευφράνας, ψυχάς απάντων ημών, των Βρυούλλων κλέος, και έρκος Νεκτάριες· συ την πλάνην απήλεγξας, των τυρράνων ενώπιον, λαμπρώς κυρήξας, τω Πατρί και τω Πνεύματι, ομούσιον, συνθρονον τε και σύνεδρον, είναι τον Ιησούν Χριστόν, φανέντα δε άνθρωπον, αφράστω φιλανθρωπία, και θεϊκή αγαθότητι· αυτόν ουν δυσώπει, ιλασμόν ημίν δοθήναι καιμέγα έλεος.


Στίχ. Θαυμαστός ο Θεός.
Χαίροις ο την χαρά αθλητά εις πένθος τρέψας του δολίου Νεκτάριε, ώ θαύμα! πως την Παρθένον κατηξιώθης ιδείν, σοι προσφθεγγομένην προσηνέστατα, ομού και θαρρύνουσαν, προς στάδιον όσιε· όθεν απάσας, υποσχέσεις, απέρριψας των τυράννων σου, δολερώς ας υπέβαλεν, όφις ο σκολιώτατος και ήθλησας άριστα, αποτμηθείς σου την κάραν, ήν Χριστός δόξη έστεψεν· αυτόν ουν δυσώπει, ταις ψυχαίς ημών δοθήναι το μέγα έλεος.


Στίχ. Τοις αγίοις τοις εν τη γη.
Χαίροις ο συγχορεύων χοροίς, των αθληφόρων ομοτρόπων σου ένδοξε, του θρόνου κατεναντίον, του αθλοθέτου Χριστού, την στολήν σου έχων αποστίλβουσαν, εξ αγίων αιμάτων σου, και την κάραν Νεκτάριε, κατεστεμμένην, και ακτίνας εκπέμπουσα, ήν απέτεμον, οι φρυάττοντες τύραννοι, Μάρτυς την παρρησίαν σου, δι' όσοι κραυγάζομεν Υιόν Θεού και Σωτήρα, τον Ιησούν ον δυσώπησον, σοφέ κατεπέμψαι, ταίς ψυχαίς ημών ειρήνην και μέγα έλεος.


Δόξα. Ήχος πλ. δ'.
Σήμερον ο Οσιομάρτυς Νεκτάριος, εν δυο πλουτών αθλήσεσι, την πρότερον ασκήσεσι, και είτα του μαρτυρίου, δια τον Χριστόν ον είχεν εγκάρδιον έρωτα, δυο σκηνάς εκληρώσατο, και τον Οσίων και των Μαρτύρων, μετ' αυτών εις αιώνας αγαλλόμενος· τούτω ουν και ημείς πιστώς εκβοήσωμεν· θερπάπων Χριστού, και φίλε πιστότατε, μη διαλίπης πρεσβεύων αυτώ υπέρ των ψυχών υμών.


Και νυν, Θεοτοκίον, ο αυτός.
νύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.


Απολυτίκιον του Αγίου.
 Ήχος α'. Του λίθου σφραγισθέντος.
Της Σκητεως το ρόδον και του Άθω εκλόγιον και της των Βρυούλλων το κλέος, και σεπτόν θείον βλάστημα Νεκτάριον τιμήσωμεν πιστοί, τον Όσιον και Μάρτυρα Χριστού, τον αθλήσαντα γενναίως και τελέσαντα θαυμάσια παράδοξα· δόξα τω ενισχύσαντι Χριστώ δόξα τω στεφανώσαντι, δόξα των εν τη και ουρανώ σε θαυμαστώσαντι.


Της Αγίας εκ του Μηναίου.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετά την α' Στιχολογίαν, Κάθισμα του αγίου
Ήχος γ'. Θείας Πίστεως
Πόθω ζέοντι τω του Δεσπότου, πυρπολούμενος, ανδρειοφρόνως, τους της πλάνης προμάχους κατήσχυνας, και εν σταδίω Χριστόν ωμολόγησας, χαριτώνυμε, παμμάκαρ Νεκτάριε, Μάρτυς ένδοξε, Χριστόν τον Θεόν ικέτευε, δωρησασθαι ημίν το μέγα έλεος.


Της Αγίας. Δόξα.
Μετά την β Στιχολογίαν, Κάθισμα του αγίου. Ήχος δ'.
Κατεπλάγη Ιωσήφ.
Ποταμός ως εξ Εδέμ, εκ της Εώας αθλητά, προσεόμενος πληροίς, άπαν το πρόσωπον της γης, και κατακλυεις τοις ρεύμασι των σων αιμάτων, την γην των ασεβών, την ακανθόβλαστον, αρδεύεις νοητώς δε τον Παράδεισον, βλαστούς ωραίους φέροντα Μαρτύρων, νεοαθλών βω Νεκτάριε· σε μιμούμενους, και εναθλούντας, και τον Χριστόν δοξάζοντας.


Της Αγίας, Δόξα.
Μετά τον Πολυέλεον, Κάθισμα του αγίου. Ήχος α'.
Τον τάφον σου Σωτήρ.
Η θήκη αληθώς, η κατρέχουσα Μάρτυς, την θείαν δεξιάν, και την κάραν σου,ώφθη, πηγάζουσα ιάματα, ώσπερ κρήνη νεκτάρεια, ην οι δούλοι σου, περικυκλούντες εκ πόθου, αρυόμθεα, αμαρτημάτων την λύσιν, και βίου διόρθωσιν.


Της Αγίας, Δόξα.
Και νυν, Θεοτοκίον, όμοιον.
λπὶς Χριστιανῶν, Παναγία Παρθένε, ὃν ἔτεκες Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, σὺν ταῖς ἄνω Δυνάμεσι, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει καὶ πόθῳ, ἀεὶ σε δοξάζουσι.


Οι Αναβαθμοί, το α' Αντίφωνον του δ' Ήχου
Προκείμενον, Ήχος δ'.
Δίκαιος ως φοίνιξ ανθήσει και ωσεί κέδρος η εν τω Λιβάνω πληθυνθήσεται

Στίχ. Τοις αγίοις τοις εν γη. Το, Πάσα Πνοή. Ευαγγέλιον εκ του κατά Λουκάν. Είπεν ο Κύριος τοις εαυτού Μαθηταίς· Προσέχετε απο των ανθρώπων (ζήτει εις τον όρθρον του αγίου). Ο Ν'. Δόξα. Ταις του Αθλοφόρου. Και νυν. Ταις της Θεοτόκου.


Και το Ιδιόμελον. Ήχος πλ. β'.

Τον αγώνα τον καλόν ηγωνίσω, και τον δρόμον τετελεκας του μαρτυρίου σου, Οσιομάρτυς Νεκτάριε· διό εν υψίστοις μετά Αγγέλων πρεσβεύεις, αντάξια των πόνων σου λαβών τα άνω βασίλεια.

Σώσον ο Θεός τον λαόν σου κτλ. 
Είτα οι κανόνες ο Κανών της Θεοτόκου μετά των Ειρμών εις ς' και των αγίων εις η'.


Ο Κανών του αγίου. Ωδή, α'. Ήχος πλ. δ'.
Αρματηλάτην Φαραώ εβύθισε
Άναρχε Λόγε, λόγον μοι πρυτάνευσον, όπως υμνήσω σαφώς, σου τον στεφανίτην, και τον νεομάρτυρα, Νεκτάριον τον ένδοξον, όπως τούτον προστάτην, και πρεσβευτήν ακαταίσχυντον, έχει μοι προς σε τον Σωτήρα μου.

Σταυρού τω όπλω Μάρτυς συμφραξάμενος, στερρέ Νεκτάριε, έθνους παρανόμου, έναντι εβάστασας, το όνομα το άγιον, του Χριστού κατά Παύλον, διο συν τούτω δέδόξασθαι, κάραν παρ' αυτών αφαιρούμενος.

Ότε εν μέσω αιμοβόρων έστηκας, βαρβάρων ένδοξε, Νεκτάριες Μάρτυς, ως αρνίον άκακον, ανηλεώς σφαττόμενος, ως ουκ ώεσθε πλάνοι, καρατομούντες με πέμπετε, προς τον Ιησούν μου εκραύγαζες.


Θεοτοκίον
Φωτός δοχείον συ εγένου Πάναγνε, το φως τεκούσα βροτοίς, την αμαυρωθείσαν, πάθεσι καρδίαν μου, καθαρισον διδούσα μοι κατανβύξεως όμβρους, και απαθεία με ίθυνον, προς τον σον λιμένα πανάχραντε.


Κανών της Αγίας, εκ του Μηναίου.
Ωδή, γ'. Του Αγίου. Ο Ειρμός.
Ο στερεώσας κατ' αρχάς.
Ον δι' απάτης μαγικής, ηρνήσω Μάρτυς αφρόνως, ως εκ μέθης ανανήψας εν τάχει, ωμολογήσας αυτόν, Θεόν ομού και άνθρωπον, την πλάνην στηλιτεύσας, την των ανόμων Νεκτάριε.

Συ ταις παγίσιν αγρευθείς, ανεπαισθήτως της πλάνης και σαυτον εωρακώς ηγευμένον, θυρεόν αναλαβών, Νεκτάριε της πίστεως, συν τοις συστησαμένοις, ταύτας ανδρείως συνέτριψας.


Θεοτοκίον
Όρος συ ει το υψηλόν, εξ ου ετμήθη ο λίθος, ο λεπτύνας τα γλυπτά των ειδώλων διο Άχραντε σεμνή, ψυχής μου τα ινδάλματα, λεπτύνασα πρςο όρος, της αρετής με χειραγώγησον.


Της Αγίας, εκ του Μηναίου.
Του αγίου, Κάθισμα, Ήχος πλ. δ'
Την Σοφίαν και Λόγον.
Μαγικής δι' απάτης των ασεβών, εξηρνήσω το όνομα του Χριστού  όθεν ου διέλιπες, στένων κλαίων Νεκτάριε, και μετανοίας έργοις, εν Όρει του Άθωνος, και νυχθημέροις πόνοις, Θεόν ιλεούμενος, ούπερ τη δυνάμει, σεαυτόν καθωπλίσας, Χριστόν ωμολόγησας, και δι αίματος έφθασας, δια τούτον βοώμεν σοι· πρεύσβευε Χριστώ τω Θεώ, των πταισμάτων άφεσιν δωρήσασθαι, τοις εορτ΄ζουσι πόυω την αγίαν μνήμην σου.


Της Αγίας, Δόξα.
Ωδή δ' του Αγίου, ο Ειρμός. Εισακήκοα Κύριε.
Φαινόν ώσπερ ήλιον. δεξαμένη Μάρτυς η Εκκλησία σε, αποφράττει τα φρυάγματα, των αιρετιζόντων Νεκτάριε.

Ου το κάλος επόθησας, θάττον συ δι' αίματος φθάσαι έσπευσας, και τυχών μετοχετεύεις νυν, τούτο τοις τιμώσι σε Νεκτάριε.

Νίκης τρόπαια έστησας, κατά πλάνης Μάρτυς αντιταξάμενος όθεν γέραν νυν επάξια, νέμει σοι ο Κύριος Νεκτάριε.


Θεοτοκίον
Τας ουλάς των τραυμάτων μου, ταςι ροαίς απόπυνον, των δακρύων μου, ίνα εύθυμος δοξάζω σε, Παναγία Μητροπάρθενε.


Ωδή ε'. Του αγίου, ο αυτός.
Ου τω κάλλει ετρώθης, προς αυτόν ανέκραζες θείε Νεκτάριε, που ποιμαίνεις Λόγε, ως αρνία μαρτύρων τα πνεύματα; οίς συμποίμανόν με, και αρωμάτων των εκείνων, την ψυχήν μου ω Σώτερ μου πλήρωσον. (δις)

Νέος εν τοις Οσίοις, νέος και εν Μάρτυσιν ώφθης Νεκτάριε, άμφω τους αγώνας, διανύσας καλώς Οσιόαθλε, νέος στεφανίτης, νυν Χριστώ συμβασιλεύων, τους υμνο΄ντας σε σώζε πρεσβείαις σου.


Θεοτοκίον
Έχοντες σε οι πόθω, κλήρον σου τον άγιον οικούντες Δέσποινα, άγρυπνον προστάτιν, τας βουλάς των εχθρών αποκρούομεν, και επαναστάσεις, τας καθ' ημών επερχομένας ευχαρίστως διο σε δοξάζομεν.


Ωδή στ'. Του αγίου ο ειρμός. Ιλάσθητί μοι Σωτήρ
Κλήμα συ έφυς σαφώς, Θεού φυτείας Νεκτάριε, ταις των ανόμων χερσί, τεμνόμενος έβλυσας, οίνον τον νεκτάριον, την των Ορθοδόξων, Εκκλησίαν ευφραίνοντα.

Τιμών το όνομα του Χριστού, κηρύττεις τούτο ενώπιον, των σων αγρίων φονευτών, υφ' ου περ δεδόξασαι φανείς αυτού φίλτατος, Νεκτάριε Μάρτυς, νέος άμα τε και Όσιος.

Παρέστης Μάρτυς Χριστοώ, περιρρεόμενος αίματι μαρτύρων δε συν χοροίς, χορεύεις γηθόμενος, Νεκτάριε ένδοξε, ακηράτω στέφει, παρ' αυτού καταστεφόμενος.


Θεοτοκίον
Έχοντες σε Αγνή, οι τον σον κλήρον τον άγιον, οικούντες πανασφαλή, προστάτιν και φύλακα, ορμάς καταστέλλοομεν, εχθρών αοράτων, ορατών τε θεονύμφευτε.


Του Αγίου. Κοντάκιον. Ήχος β'.
Την πλάνην των θεομισών διέλυσας αήττητε, της νίκης λαβών το στέφος τη ενστάσει σου, και Βρυούλλων εφάνης εγκαλλώπισμα, Οσιομάρτυς Νεκτάριε· διο μη παύση πρεσβεύων υπέρ πάντων ημών.


Ο Οίκος
Κάθαρον μου τας φρένας Ιησού μου γλυκύτατε, ίνα ισχύσω εξυμνήσαι τον υπέρ σου γενναίως εναθλήσαντα, Νεκτάριον τον Οσιομάρτυρα· ούτος γαρ τω δω θείω πυρπολούμενος έρωτι, ανεκήρυξε λαμπρώς εξυμνών το σον πανάγιον όνομα, και αφειδήσας όλως εαυτού, μανιωθώς υπό των ασεβών ως αρνίον εσφάττετο· διο και επι γης εδοξάσθη το ιερόν αυτού σκήνωμα, θείω φωτί ελλαμπόμενον·η δε μακαρία αυτού ψυχή, μετά Οσίων και Μαρτύρων εν ουρανώ· αλλά Μάρτυς μη παύση πρεσβεύων υπέρ πάντων ημών.


Τη ια' του αυτού μηνός, άθλησις του αγίου ενδόξου 
Οσιομάρτυρος Νεκταρίου του Νέου του εκ Βρυούλλων.

Στίχ. Τον Σταυρόν αίρων Νεκτάριος Κυρίου.
Στίχ. Πλάνην πατάσσει των απίστων γενναίως.
Στιχ. Νεκτάριον τάμε χαλκός απίστων ενδεκάτηφι·


Τη αυτή ημέρα, μνήμη της αγίας ενδόξου μεγαλομάρτυρος και πανευφήμου Ευφημίας, ότε τον Τόμον του της πίστεως όρου των εξακοσίων τριάκοντα θεοφόρων Πατέρων, των εν Χαλκηδόνι συνελθόντων, τουτέστιν της αγίας και Οικουμενικής Τετάρτης Συνόδου εκράτυτεν.

Τη αυτή ημέρα, μνήμη του αγίου μάρτυρος Κινδέου του πρεσβυτέρου.
Τη αυτή ημέρα, ο όσιος Λέων ο εν τη μάνδρα, εν ειρήνη τελειούται.
Τη αυτή ημέρα, ο άγιος Μάρτυς Μαρτυροκλής τοξευθείς τελειούται.
Τη αυτή ημέρα, ο όσιος Νικόδημος, ο εν τοις ορίοις της του Βατοπεδίου ιεράς Μονής ασκήσας, και διδάσκαλος χρηματίσας του θείου Γρηγορίου του Παλαμά δια της κατά Χριστόν φιλοσοφίας, εν ειρήνη τελειούται.
Τη αυτή ημέρα, ο άγιος νέος Οσιομάρτυς Νικόδημος, ο μαρτυρήσας εν Ελβασανίω της Αλβανίας κατα το έτος αψκβ' (1722) ξίφει τελειούται.


Ωδή ζ'. Του Αγίου. ο Ειρμός. Παίδες Εβραίων.
Είδες την μόνην Θεοτόκον, προς τον στάδιον θαρρύνουσάν σε Μάρτυς, και εχθρών την οφρύν, Νεκτάριε κραυγάζων· ευλογητός ει Κύριε ο Θεός εις τους αιώνας.


Θεοτοκίον
Μετά των άνω στρατευμάτων, τωνμαρτύρων τε ομού και των οσίων τη Αγνή κραυγάζομεν Παρθένω ομοφόνως· ευλογημένη Πάναγνε, συ υπάρχεις εις αιώνας.


Ωδή η'. Του αγίου. Ο Ειρμός. Επταπλασίως κάμινον.
Προς τονλιμένα ουράνιον, προσωρμίσθης Νεκτάριε, πλεύσας ακυμάντως, δια του σου αίματος, και έστης γηθόμενος, περί τον θρόνον του Ιησού,άδεις δ' εμμελώς, μετά των άνω ταγμάτων· οι πάιδες ευλογείτε, ιερείς ανυμνείτε, λαός υπερυψούτε, Χριστόν εις τους αιώνας (δις)

Ω στερράς ενστάσεως! ω γενναίου φρονήματος! ω της καρτερίας! εύγε αδαμάντινε, Νεκτάριε ένδοξε· κατεναντίον των ασεβών, έστης ακλινώς, αυτών την πλάνην ελέγχων, βοάν μη πειθομένων· ιερείς ανυμνείτε, λαός υπερυψούτε, Χριστόν εις τους αιώνας.

Θεοτοκίον Θεός ημίν επέφανε, δια σου Παναμώμητε, πίστεως αρότρω, οδόν ημίν έτεμεν, δι' ης πορευόμενοι, παραχαράκτους αιρετικών, φεύγομεν Αγνή, τας βλασφημίας βοώντες· οι πάιδες ευλογείτε, ιερείς ανυμνείτε, λαός υπερυψούτε, Χριστόν εις τους αιώνας.


Ωδή θ'. Του αγίου. Ο Ειρμός. Εξέστη επί τούτω.
Υψώθης εδοξάσθης παρά Θεού, υπέρ ου σου το είμα εξέχεας, ω αθλητά, ξίφει σου την κάραν αποτμηθείς, μαρύρων τοις στρατεύμασι, νέων και των πάλαι χαρμονικώς, χορεύων συναγάλλη, υπέρ των σε υμνούντων, μνείαν Νεκτάριε ποιούμενος.

Εκφεύγων σκηνωμάτων αμαρτωλών, προς το Όρος ανήλθες του Άθωνος, και την εκεί, Σκήτην παροικήσας την ευαγή, της Άννης και δι' αίματος, αύθις προς το όρος το νοητόν, ανέπτης δι' Αγέλλων Νεκτάριε τρισμάκαρ, νύν τη Τριάδι παριστάμενος.

Ανάψας σου τον πόθον προς τον Χριστόν, ουδ' ηρκέσθης ασκήσεως σκάμμασιν, έως ελθών, ήλεγξας την πλάνην των ασεβών, υφ' ων σοφέ Νεκτάριε, απετμηθε΄ης κάραν σου την σεπτήν, ην έστεψε το θείον, ο εξιλέωσον μοι, το προσλαλούντι σοι εν άσμασι.


Θεοτοκίον
Μακάριος λαός και εκλεκτός, αληθώς ο αεί μακαρίζων σε· και γαρ Θεόν, Άχραντε τεκούσα δίχα φθοράς, εκ τάυτης τούτον έσωσας, ίθυνάς τε τούτον προς Θεόν αυτόν ουν εκδυσώπει, πάσης ημάς ρυσθήναι οδύνης τε και θλίψεως.


Εξαποστειλάριον. Του Αγίου. Τοις Μαθηταίς συνέλθωμεν.
Δικαστικού προ βήματος, τον Δεσπότην κηρύξας, νικητικώ Νεκτάριε, συ κατέστεψαι στέφει, και των Χριστώ παρέστηκας, Μάρτυς λελαμπρυσμένος αυτόν ουν εκδυσώπησον, οφλημάτων την λύσιν, τους την φαιδράν και φωσφόρον μνήμην σου εκτελούντας, ευρείν και μέγα έλεος, τη εσχάτη ημέρα.


Της Αγίας, εκ του Μηναίου.
Εις τους Αίνους· ιστώμεν Στίχους δ' και ψάλλομεν Στιχηρά Προσόμοια. Ήχος α'.
Των ουρανίων Ταγμάτων

Οσιομάρτυς Κυρίου, θείε Νεκτάριε, Αθωνιτών Οσίων εγκαλλώπισμα θείον, και Νεομαρτύρων η χαρμονή, Ορθοδόξων το καύχημα, μη διαλίπης πρεσβεύειν υπέρ ημών, των πιστώς αεί τιμώντων σε.

Τρόπαια έστησας όντων, μάκαρ Νεκτάριε κατά της δυσεβείας εναθλήσας γεναίως· όθεν προς Κυρίου τας αμοιβάς, Νεομάρτυς απείληφας, όν υπέρ πάντων δυσώπει δια παντός, των τελούντων νυν την μνήμην σου.

Ασκητικώς εν τω Όρει, μάκαρ του Άθωνος, προγυμνασθείς καθείλες, των δαιμόνων τας τάξεις· ύστερον δε πάλιν αθλητικώς, τους υιούς Άγαρ ήσχυνας· όθεν εν δόξη ανήλθες εις ουρανούς, εστεμμένος διπλοίς στέμμασιν.

Ασκητικήν διανύσας, τρίβον, μακάριε, και στομωθείς εις άκρον, ώσπερ δίστομον ξίφος, φάλλαγας δαιμόνων τας πονηράς, κραταιώς συγκατέκοψας, και εναθλήσας γενναίως υπέρ Χριστο, υιούς Άγαρ κατετρόπωσας.


Δόξα. Ήχος πλ. α'
Δεύτε φιλομάρτυρες πάντες, τον λαμπρον αριστέα, και αήττητον Μάρτυρα, εγκωμίων ωδαίς υμνήσωμεν λέγοντες· χαίροις Οσιομάρτυς του Χριστού, Νεκτάριε ένδοξε, ο προαγωνισθείς εν τω του Άθωνος Όρει, εν την ευαγεί και σεπτή Σκήτη, Μητρός της Θεοτόκου, και τη του παναγίου Πνεύματος, θεία δυνάμει καθωπλισθείς χαίροις ο μετά ταύτα, κατά των αθέων Αγαρηνών στήσας τρόπαια βροτούς ομού και Αγγέλους εύφρανας, εν τη γενναία αθλήσει σου·  διο στεφάνων ενθέων ηξιώθης , παρά Χριστού του Θεου ημών, ω και πρεσβεύων μη ελλίπης, υπέρ των εκτελούντων την ιεράν σου πανήγυριν.


Και νυν, Θεοτοκίον, ο αυτός.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.


Είτα. Είσοδος μετά του Ευαγγ. Του Αγίου Απολυτίκιον

 Ήχος α'. Του λίθου σφραγισθέντος.
Της Σκήτεως το ρόδον και του Άθω εκλόγιον και της των Βρυούλλων το κλέος, και σεπτόν θείον βλάστημα Νεκτάριον τιμήσωμεν πιστοί, τον Όσιον και Μάρτυρα Χριστού, τον αθλήσαντα γενναίως και τελέσαντα θαυμάσια παράδοξα· δόξα τω ενισχύσαντι Χριστώ δόξα τω στεφανώσαντι, δόξα των εν τη και ουρανώ σε θαυμαστώσαντι.


Του αγίου Κοντάκιον. Ήχος β'
Την πλάνην των θεομισών, αήττητε, της νίκης λαβών το στέφος τη ενστάσει σου, και Βρυούλλων εγκαλλώπισμα, Οσιομάρτυς Νεκτάριε· διο μη παύση πρεσβεύων υπέρ πάντων ημών.

Απόστολον και Ευαγγέλιον, δια τον Άγιον Νεκτάριον ζήτει εις Μάρτυρας.
Κοινωνικόν. Εις μνημόσυνον αιώνιον.




0 σχόλια:

Δημοσίευση σχολίου