Παράκληση στον Άγιο Ευσέβιο Σαμοσάτων
ᾨδὴ α'. Ἦχος πλ. δ'. Ἡ κεκομμένη.

Άγιε του Θεού πρέσβευε υπέρ ημών
Τῷ ἀκροτάτῳ φωτὶ ἐλλαμπόμενος, καὶ Ἱερέων χοροῖς, μάκαρ συνταττόμενος, καὶ ταῖς μαρτυρικαῖς εὐκλείαις ἐγκοσμούμενος, τοὺς πίστει ἑορτάζοντας τὴν σήν, Εὐσέβιε μακάριε, μνήμην περιφύλαττε, Χριστὸν ἐξιλεούμενος.

Άγιε του Θεού πρέσβευε υπέρ ημών
Ἤδη τῷ πόθῳ Χριστοῦ πυρπολούμενος, ἀπὸ νεότητος σήν, σάρκα καθυπέταξας, παμμάκαρ τῆς ψυχῆς ταῖς ἱεραῖς δυνάμεσι, καὶ σκεῦος ἱερὸν ἀποδειχθείς, λαὸν ἐν ὁσιότητι, Ὅσιε ἐποίμανας, χρισθεὶς μύρῳ τῆς χάριτος.

Άγιε του Θεού πρέσβευε υπέρ ημών
Σὲ ποιμενάρχην τὸ Πνεῦμα προβάλλεται, αἱρετιζόντων ἀχλύν, λόγοις σελασφόροις σου, σκεδάζοντα σοφέ, καὶ προφανῶς δεικνύοντα, τὴν τρίβον τὴν ὀρθήν, τοῖς ἐν αὐτῇ ὁσίως ἐπιβαίνουσι, μέγιστε Εὐσέβιε, φωστὴρ τῶν καρδιῶν ἡμῶν.

Υπεραγία Θεοτόκε σώσον ημάς
Εὐλογημένη Θεὸν ἡ κυήσασα, τοὺς εὐλογοῦντάς σε νῦν , Ἄχραντε εὐλόγησον, καὶ πρὸς τὰς ἀγαθὰς εἰσόδους χειραγώγησον, καὶ ἔμπλησον ἐνθέων ἀρετῶν, καὶ ψάλλειν ἐνδυνάμωσον, τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.
 
ᾨδὴ γ'. Ἦχος πλ. δ'. Τὸν φόβον σου Κύριε
 
Άγιε του Θεού πρέσβευε υπέρ ημών
Ὑπήρξας πρᾶος καὶ ἀνεξίκακος, ταπεινόφρων καὶ μέτριος, καὶ ἀγάπης θείας ἔμπλεως, Μαρτύρων ἐπὶ τέλει, κοσμηθεὶς στεφάνῳ.

Άγιε του Θεού πρέσβευε υπέρ ημών
Στολαῖς ταῖς ἐξ αἵματος Εὐσέβιε, ἱερώτατε λαμπόμενος, εἰς τὰ Ἅγια ἀνέδραμες, φαιδρῶς τὰ τῶν Ἁγίων, δόξῃ ἐστεμμένος.

Άγιε του Θεού πρέσβευε υπέρ ημών
Ἐλέγχων Ἀρείου τοὺς ὁμόφρονας, διωγμοὺς Μάκαρ ὑπήνεγκας, βιαιότατόν τε θάνατον· διὸ τῆς ἀθανάτου δόξης ἠξιώθης.

Υπεραγία Θεοτόκε σώσον ημάς
Βουλήσει Πατρὸς τὸν Λόγον τέτοκας, ἐπελεύσει Πνεύματος, Παναγία Μητροπάρθενε, Ἀρχιερέων δόξα· ὅθεν σε ὑμνοῦμεν.
 
Κάθισμα.Ἦχος δ'. Ταχὺ προκατάλαβε.

Φαιδρύνας τὸν βίον σου, τῶν ἀρετῶν καλλοναῖς, Ποιμὴν ἀνηγόρευσαι, καὶ Ἱεράρχης σεπτός, παμμάκαρ Εὐσέβιε, αἵματι δὲ Μαρτύρων, σεαυτὸν ὡραΐσας, ἄνω πρὸς τάς ἀΰλους, μετετέθης χορείας, μεθ' ὧν ὑπὲρ ἡμῶν τὸν Χριστὸν Πάτερ ἱκέτευε.

Ἐλπὶς ἀκαταίσχυντε, τῶν πεποιθότων εἰς σέ, ἡ μόνη κυήσασα, ὑπερφυῶς ἐν σαρκί, Χριστὸν τὸν Θεὸν ἡμῶν, τοῦτον σὺν τοὶς Ἁγίοις, Ἀποστόλοις δυσώπει, δοῦναι τῇ οἰκουμένῃ, ἱλασμὸν καὶ εἰρήνην, καὶ πᾶσιν ἡμῖν πρὸ τέλους, βίου διόρθωσιν.
 
Παρθένε πανάμωμε, μῆτερ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου, τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου, ὅνπερ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων, ἡμῖν δωρήσασθαι.

Κανών α', ᾨδὴ δ. Ἦχος πλ. δ'. Ἐξ ὄρους κατασκίου.

Άγιε του Θεού πρέσβευε υπέρ ημών
Ἔστησας σοφέ, τῆς πλάνης σηπεδόνα, ἅλατι τῶν σῶν, νοστίμων διδαγμάτων, καὶ τοὺς νοσοῦντας αἱρέσει κακοπιστίας, μάκαρ ὑγείωσας Εὐσέβιε.

Άγιε του Θεού πρέσβευε υπέρ ημών
Ἴθυνας λαόν, πρὸς ὅρμον σωτηρίας Ἀρειανικήν, βυθίσας ἀπιστίαν, τῇ τῶν αἱμάτων πλημμύρᾳ, Ποιμὴν καὶ Μάρτυς, Ἀρχιερέων ἐγκαλλώπισμα.

Άγιε του Θεού πρέσβευε υπέρ ημών
Ἄστρον φαεινόν, ἀνέτειλας ἐν κόσμῳ, φέγγει ἱερῶν, δογμάτων καταυγάζων, τὰς διανοίας Παμμάκαρ τῶν ὀρθοδόξων· ὅθεν πιστῶς σε μακαρίζομεν.

Υπεραγία Θεοτόκε σώσον ημάς
Στόματι Ἁγνή, καὶ γλώσσῃ καὶ καρδίᾳ, καθομολογῶ, τοῦ Κτίστου σε Μητέρα, καὶ δυσωπῶ σε· Καταύγασον τὴν ψυχήν μου, ἐσκοτισμένην πλημμελήμασιν.
 
ᾨδὴ ε'. Ἦχος πλ. δ'. Ὁ ἐκ νυκτὸς ἀγνοίας.
 
Άγιε του Θεού πρέσβευε υπέρ ημών
Ταῖς διδαχαῖς σου Μάκαρ, τῶν ὀρθοδόξων στηρίζων τὸ φρόνημα, ὑπὲρ τῆς εὐσεβείας, τὰς ὑπερορίας ὑπήνεγκας.

Άγιε του Θεού πρέσβευε υπέρ ημών
Ὀρθοδοξίας στήλην, καὶ ἰαμάτων πηγὴν σε γινώσκομεν, πάνσοφε Ἱεράρχα, καὶ τῆς Ἐκκλησίας ἑδραίωμα.

Άγιε του Θεού πρέσβευε υπέρ ημών
Νομοθεσίαις θείαις, τοὺς ἀνομοῦντας στηρίζων ἐν χάριτι, ὑπὸ χειρὸς ἀνόμου, ἄδικον ὑπέμεινας θάνατον.

Υπεραγία Θεοτόκε σώσον ημάς
Φωτιστικὴ λυχνία, Θεοκυῆτορ τὸ θεῖον λαμπάδιον, φέρουσα ἐγνωρίσθης, πάντα καταυγάζον τὰ πέρατα.
 
ᾨδὴ ς'. Ἦχος πλ. δ'. Τὴν δέησιν ἐκχεῶ.
 
Άγιε του Θεού πρέσβευε υπέρ ημών
Ἐκήρυξας, ὁμοούσιον Λόγον, καὶ συνάναρχον Πατρὶ τὸν Σωτῆρα, τῆς βδελυρᾶς, τοῦ Ἀρείου μανίας, ἐξαφανίσας τὸ μάταιον φρόνημα, Εὐσέβιε των εὐσεβῶν, ἀρραγές καὶ στερρὸν περιτείχισμα.

Άγιε του Θεού πρέσβευε υπέρ ημών
Ῥαντίσματι, τῶν σεπτῶν σου αἱμάτων, πορφυρίδα σεαυτῷ ἐπιχρώσας, βασιλικήν, προσεχώρησας Πάτερ, μέτ' εὐφροσύνης εἰς θεῖα βασίλεια, παρίστασθαι τῷ βασιλεῖ, τῶν αἰώνων παμμάκαρ Εὐσέβιε.

Άγιε του Θεού πρέσβευε υπέρ ημών
Ὡς ῥόδον, ὡς εὐωδέστατον κρίνον, ὡς Παράδεισος Θεοῦ ἀνεδείχθης, μέσον ζωῆς, κεκτημένος τὸ ξύλον, τὸν φυτουργὸν τῶν ἁπάντων καὶ Κύριον, Εὐσέβιε καὶ νῦν ἡμᾶς, εὐωδίας πληροῖς θείου Πνεύματος.

Υπεραγία Θεοτόκε σώσον ημάς
Νοήσαντες, θεηγόροι Προφῆται, μυστηρίου σου τὸ ἄπειρον βάθος, τοῦτο σαφῶς, προεδήλωσαν Κόρη, δι' αἰνιγμάτων καὶ θείων προρρήσεων· τὸν Λόγον γὰρ τὸν τοῦ Πατρός, ὑπὲρ λόγον Ἁγνὴ ἐσωμάτωσας.
 
ᾨδὴ ζ'. Ἦχος πλ. δ'. Παῖδες Ἑβραίων.
 
Άγιε του Θεού πρέσβευε υπέρ ημών
Ὕμνοις σχολάζων Ἱεράρχα, καὶ δεήσεσιν, ἐκοίμισας τὰ πάθη, καὶ ἡμῶν τῶν Πιστῶν, ἄγρυπνος ὤφθης φύλαξ, τῶν εὐσεβῶς ὑμνούντων σε, καὶ τελούντων σου τὴν μνήμην.

Άγιε του Θεού πρέσβευε υπέρ ημών
Μάρτυς δειχθεὶς καί, Ἱεράρχης, τὰ οὐράνια, ἐνθέως ἐκληρώσω, καὶ τῷ θρόνῳ βοῶν παρίστασαι τοῦ Κτίστου· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Άγιε του Θεού πρέσβευε υπέρ ημών
Ὄρθρος ἀνέτειλας κηρύττων, τὸν ἐκλάμψαντα Πατρὸς πρὸ ἑωσφόρου, Ἰησοῦν τὸν Χριστόν, φωστὴρ τῆς Ἐκκλησίας, Ἱεραρχῶν ἀγλάϊσμα, ἀθλοφόρων ὡραιότης.

Υπεραγία Θεοτόκε σώσον ημάς
Νόμους τῆς φύσεως Παρθένε, τῇ κυήσει σου, καινίζεις παραδόξως, καὶ φθαρέντας ἡμᾶς, κακίστῃ παραβάσει, ἀναχωνεύεις· ὅθεν σε, κατὰ χρέος εὐφημοῦμεν.
 
ᾨδὴ η'.Ἦχος πλ. δ'. Οἱ θεορρήμονες Παῖδες.
 
Άγιε του Θεού πρέσβευε υπέρ ημών
Σὺν Ἱεράρχαις καὶ Μάρτυσι δυσώπει, ὡς Ἱεράρχης καὶ Μάρτυς Ἱεροκήρυξ Εὐσέβιε, τὸν Σωτῆρα τῶν ὅλων, εὑρεῖν ἡμᾶς ἔλεος.

Άγιε του Θεού πρέσβευε υπέρ ημών
Ἐν ἀγαθῇ συνειδήσει διαπρέπων, καὶ βακτηρίᾳ τῶν λόγων, τὸ Ἱερὸν νέμων ποίμνιον, τῆς αἱρέσεως θῆρας, Παμμάκαρ ἀπήλασας.

Άγιε του Θεού πρέσβευε υπέρ ημών
Βεβαρυμμένους τῇ μέθῃ τῆς ἀπάτης, τοὺς αἱρετίζοντας μάτην, σὺ διελέγχων Εὐσέβιε, ὑπ' αὐτῶν ἀνῃρέθης, ἀθλήσας στερρότατα.

Υπεραγία Θεοτόκε σώσον ημάς
Ὡς ἀνωτέρα τῶν θείων ὑψωμάτων ὕψιστον ἔτεκες Λόγον, τὸν ἀπὸ τῆς γῆς ἀνυψώσαντα, τὴν πεσοῦσαν οὐσίαν ἀνθρώπων Πανύμνητε.

ᾨδὴ θ. Ἦχος πλ. δ'. Κυρίως Θεοτόκον.
 
Άγιε του Θεού πρέσβευε υπέρ ημών
Ἰδεῖν κατηξιώθης, Πάτερ τὰ μακρόθεν, τῇ ἱερᾷ σου ψυχῇ ἐλπιζόμενα, καὶ πρὸς ἀνέσπερον φέγγος, χαίρων ἐσκήνωσας.

Άγιε του Θεού πρέσβευε υπέρ ημών
Ὡραῖος ἀπεφάνθης, ταῖς θεηγορίαις, καὶ ἀγαθαῖς ἐργασίαις Εὐσέβιε, καὶ ταῖς παντίμοις τῶν ἄθλων, μάκαρ λαμπρότησι.

Άγιε του Θεού πρέσβευε υπέρ ημών
Στησώμεθα χορείαν, ἐν ἀγγαλλιάσει, τὸν ἱερὸν εὐφημοῦντες Εὐσέβιον, τῆς εὐσεβείας τῷ κάλλει ἀγλαϊζόμενον.

Άγιε του Θεού πρέσβευε υπέρ ημών
Ἡ θήκη σου μυρίζει, χάριν ἰαμάτων, ἡ δὲ ἁγία σου μνήμη Εὐσέβιε, καταφωτίζει τὸν Κόσμον, ὡς μέγας ἥλιος.

Υπεραγία Θεοτόκε σώσον ημάς
Φιλάγαθε Παρθένε, τὴν κεκακωμένην, τῇ ἁμαρτίᾳ ψυχήν μου ἀγάθυνον, ἡ τὸν πανάγαθον Λόγον, σαρκὶ κυήσασα. 

0 comments:

Δημοσίευση σχολίου