Παράκληση στον άγιο Εφραίμ Κατουνακιώτη

 


Παρακλητικός Κανών στον Όσιο Πατέρα ημών Εφραίμ Κατουνακιώτη
Ποίημα Ιεράς Μονής Προφήτου Ηλιού Θήρας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἑξῆς·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Μετ’ εὐφροσύνης εὐφημήσωμεν πάντες Ἐφραὶμ τὸν θεῖον ἀσκητὴν
ἐν τῷ ὄρει Ἁγιωνύμῳ λάμψαντα ἐσχάτως, πιστοί, καὶ αὐτοῦ πρὸς Κύριον
εὐπροσδέκτους πρεσβείας πίστει ἐκζητήσωμεν· δεξιὸς παραστάτης
Οὗπερ ὑπάρχει νῦν ἐν οὐρανῷ, τῆς αἰωνίου μετέχων λαμπρότητος.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς·
Εὐχὴν ἀσίγητον δός μοί σε νῦν ὑμνοῦντι.

Εἰς ἕκαστον τροπάριον λέγομεν·
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Εἰς τὰ δύο τελευταῖα·
Δόξα καὶ νῦν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐργάτην σε ἄοκνον προσευχῆς, Ἐφραὶμ μεγαλύνω καὶ ἀγῶνας διὰ Χριστόν, τοῖς πᾶσι κηρύττω θεοφόρε, σῆς πατρικῆς εὐλογίας δεόμενος.

Ὑπάκουος σῶφρον καὶ ταπεινός, Χριστῷ ἠκολούθεις τῷ νυμφίῳ σου τῆς ψυχῆς, Ἐφραὶμ ἀξιάγαστε μὴ παύσεις, πρὸς ὃν πρεσβεύων ὑπὲρ τῶν ὑμνούντων σε.

Χαρὰν τὴν οὐράνιον ἐκζητῶν, ἐν κόπῳ καὶ πόνῳ, βίον ἤγαγες ἱερόν, διὸ οὖν νουθέτησόν με αἵρειν, τὸν σταυρὸν τῆς ἐνθέου βιώσεως.

Θεοτοκίον.
Ἡ Λόγον τεκοῦσα τὸν τοῦ Πατρός, ἀλόγων παθῶν με λογισμῶν καὶ ἐκ ῥυπαρῶν, καθάρισον Δέσποινα βοῶσι, ὁ ταπεινὸς καὶ ἀνάξιος δοῦλός σου.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νοερῶς με κραυγάζειν ἀνελλιπῶς Κύριε, Ἰησοῦ Χριστὲ ὁ Θεός μου, σὺ μὲ ἐλέησον, δίδαξον Ὅσιε, τύχω ὁ τάλας ἐλέους, τύχω καὶ ἀφέσεως πάντων πταισμάτων μου.

Ἀσίγητως φυλάττων τὴν σὴν ψυχὴν Ὅσιε, ἐκ πειρασμῶν καθαράν σου καὶ τὴν διάνοιαν, Ἐφραὶμ μακάριε χάριτος σκῆνος ἐγένου, ἣν κἀμοὶ πρεσβείαις σου δῶσι ὁ Κύριος.

Σαρκοφόρος καἄν πέλων, πάτερ Ἐφραὶμ, ἔφθασας, τὰς τῶν ἀσωμάτων χορείαις ὡς ὁμολόγησε, γέρων σου Ἅγιε, ὁ βαθυτάτῳ ἐν γήρα, διό μὲ σῶν δεήσεων σκέπασον πτέρυξιν.

Θεοτοκίον.
Ἰατρὸν τετοκυῖα τῶν τῆς ψυχῆς Ἄχραντε, καὶ τῶν σαρκικῶν νοσημάτων, δίδου κατ΄ἄμφω μοι, ὡς εὐσυμπάθητος Χριστιανῶν ἡ προστάτης, τὴν ὑγίειαν δέομαι, Θεογενήτρια.

Διάλυσον, Ἐφραὶμ μακάριε Ὅσιε πάντα νέφη, πειρασμῶν ἐξ ἐχθροῦ τὸν νοῦν μου σκοτίζοντα, πρεσβείαις σου ταῖς ὄντως φωτοφόροις.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ κάθισμα.
Ἦχος β΄. Πρεσβείᾳ θερμή.

Σοφὸν Ἰωσὴφ πατέρα καὶ διδάσκαλο, ἀνεῦρες Ἐφραὶμ καὶ τούτου παραινέσεσιν, ἀκριβῶς διήνυσας τὴν ὁδὸν μυστικὴν τῆς καθάρσεως, καὶ αἰωνίου ἔτυχες ζωῆς σὺν τοῦτο ὑπὲρ ἡμῶν δεόμενος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Γνῶσιν ἔλαβες ἔνθεον διὰ πρακτικῆς Ἐφραὶμ ἐργασίας σου, ἐντολῶν καὶ ἐκπληρώσεως, ἃς κἀμὲ πληρῶσαι ἐπιστήριξον.

Ηὗρες ὄντως ἀνάπαυσιν ἐν τῇ ταπεινώσει καὶ θελημάτων σου, ἐκκοπῇ Ἐφραίμ, κραυγάζω σοι· ὅθεν ὑπὲρ σοῦ με συνέτισον.

Τῶν Θηβῶν πέλων βλάστημα ἐν Κατουνακίων ἐρήμῳ ἤνθησας, καὶ ὡς ἄνθος εὐωδέστατον, τοὺς πιστοὺς εὐφραίνεις εὐφημοῦντάς σε.

Θεοτοκίον.
Ὅταν ἔλθῃ ὁ Κύριος κρῖναι τοὺς ἀνθρώπους δικαίους Ἄχραντε, σὺν Ἐφραὶμ σεπτῷ ἱκέτῃ σου, πρέσβευε ὑπὲρ ἡμῶν ὡς εὔσπλαγχνος.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νήψει καὶ εὐχή, τῷ Χριστῷ ὁμιλεῖς πάντοτε, ὃν γηθόμενος ὁρᾷς νῦν καθαρῶς, ἱκετεύων, ὑπὲρ πάντων τῶν ὑμνούντων σε.

Δάκρυα θερμά, προσευχῆς Ἐφραὶμ ἀνέβλυζον, ἐξ ὀμμάτων σου ὁπότε λειτουργῶν, τοῦ Κυρίου, ἐψηλάφεις σῶμα τίμιον.

Ὄφεως δεινῶν, μηχανῶν ὤφθης ἀνώτερος, θεία χάριτι ῥωννύμενος Ἐφραίμ, οὗ με ῥῦσαι λογισμοῖς με ἐκ πειράζοντος.

Θεοτοκίον.
Σκεῦος τὸν Θεόν, τὸν χωρῆσαν μόνη Δέσποινα, γενομένη με δοχεῖον καθαρόν, χαρισμάτων τοῦ Ἁγίου δεῖξον Πνεύματος.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Μαρτύριον, ἀληθῶς ἀναίμακτον, συνειδήσεως ὑπέμεινας Πάτερ, διὰ Χριστὸν ἑκουσίως καὶ χαίρων, τὴν τεθλιμμένην ὁδὸν ἐξετέλεσας, ἀπάγουσαν εἰς τὴν ζωήν, ἥν καλῶς με βαδίσαι ἀξίωσον.

Οὐράνιος, τῇ μορφῇ πανόλβιε, καὶ καλῶς ἠλλοιωμένος ἐφαίνου, ἐν τῇ φρικτῇ μυστηρίου ἀχράντων ἱερουργίᾳ Ἐφραὶμ ἀξιάγαστε, οἷς δίδου πάντοτε ἡμῖν, προσεγγίζειν ἀξίως τοῖς δούλοις σου.

Ἱλέωσαι, τῷ Χριστῷ σε πόθῳ σε, μεγαλύνουσιν Ἐφραὶμ θεοφόρε, ὅτι πολλοῖς ἁμαρτήμασι πάντες, ῥερυπωμένην ἐσμέν καὶ οὐ σθένομεν, ἰδεῖν τὸ πρόσωπον αὐτοῦ, εἰ μὴ σε ὡς μεσίτην σε ἔχομεν.

Θεοτοκίον.
Συνέτησον, τὴν ἐμὴν διάνοιαν, Θεοτόκε τοῦ φρονεῖν τε καὶ πράτειν, πρὸς τοῦ Υἱοῦ καὶ Θεοῦ σου Παρθένε, τὴν εὐαρέστησιν πάντα ἀλλότριον, γενέσθαι καὶ τῶν δυσσεβῶν ἐννοιῶν με καὶ πράξεων πάντοτε.

Διάλυσον, Ἐφραὶμ μακάριε Ὅσιε πάντα νέφη, πειρασμῶν ἐξ ἐχθροῦ τὸν νοῦν μου σκοτίζοντα, πρεσβείαις σου ταῖς ὄντως φωτοφόροις.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος γ΄.

Τῇ ὡραιότητι, Χριστοῦ ἑλκόμενος κατηκολούθησας, αὐτοῦ τοῖς ἴχνεσι, ἐν προσευχῇ ὑπακοῇ, ἀσκήσει καὶ ταπείνωσι, καὶ Ὁσίων γέγονας, ἀπ’ αἰώνων συνόμιλος, μοναστῶν διδάσκαλον, καὶ πιστῶν νέον καύχημα, Ἐφραὶμ Κατουνακιώτα θεόφρον, ὅθεν ἀξίως ὑμνοῦμεν.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὑτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄ 17-22).

Τῷ καιρῷ ἐκείνῳ,  ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μόνην ἐναγώνιον μέριμνα ἔσχες ἀρέσαι, τῷ Κυρίῳ πάντοτε, Ὅσιε θεόληπτε Ἐφραὶμ ἥτις σε, πρὸς σεπτὴν ἀσκήσιν, ὑψηλοὺς ἀγῶνας, προσευχὴν τὴν ἀδιάλειπτον, Πάτερ προέτρεπε, καὶ τὸν πρῶτον ζῆλον σου ηὔξανε, διὸ τανῦν σου δέομαι, δώρισαι τοιαύτην μοι μέριμναν, ἵνα μετανοίᾳ, τὰ πλήθη ἀποβάλω τῶν παθῶν, καὶ τῷ Δεσπότῃ δουλεύσω μου πᾶσι ὁσιότητι.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Εὐλαβῶς ὑπετάγης Ἰωσὴφ τῷ Ὁσίῳ καὶ τούτου ἴχνεσι, πιστῶς ἀκολουθήσας, τῆς δόξης Παραδείσου, ἠξιώθης γηθόμενος, μεθ’ οὗ Χριστῷ τῷ Θεῷ, ὑπὲρ ἡμῶν δυσώπει.

Νέκταρ ἔπιες μάκαρ τὸ οὐράνιον πόθῳ Ἐφραὶμ πανόλβιε, πηγῆς ἐκ ζωηφόρου, τῆς χάριτος τῆς θείας, ψηλαφήτως τῆς ὤφθης σοι, ἐν προσευχῆς πολλαπλοῦς, καὶ θεωρία ξένη.

Ὑμνωδίας Ἀγγέλων ὡς ἰσάγγελος ὄντως Ἐφραὶμ εἰσήκουσας, ἀλλὰ νῦν ἐν τῷ πόλῳ Θεὸν τὸν ἐν Τριάδι, σὺν ὑμνεῖς τούτοις πάντοτε, δίδαξον οὖν καὶ ἡμᾶς, Θεὸν σεπτῶς δοξάζειν.

Θεοτοκίον.
Νοσημάτων σαρκίου ἡ πανάμωμος Μήτηρ σε ἐλυτρώσατο, Ἐφραὶμ ὡς ἡ προστάτης, τῶν μοναστῶν καὶ πάντων, τῶν πιστῶν ἡ βοήθεια, ἧς καὶ ἡμεῖς εὐσεβῶς, προσφεύγωμεν τῇ σκέπῃ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὑπακοῇ σου, τῆς Ἐκκλησίας ἐδείχθης, ὡς ἀστὴρ γενεαῖς ἐν ἐσχάτοις, ᾗπερ κόσμησόν μου, τὸν νοῦν καὶ τὴν καρδίαν.

Μύστης ἐγένου θεωριῶν οὐρανίων, καὶ πολλῶν θαυμασίων αὐτόπτοις, διὸ νῦν ἡμᾶς ἐγείρεις, πρὸς κρείτονας ἀγῶνας.

Νεῦσι ἁγία τῆς Ἐκκλησίας εἰς κόλπους, ἱεροὺς ἀνεπαύθης διώξας, πλάνην καὶ προστάτης, ἡμῶν φανεὶς ἐκ ταύτης.

Θεοτοκίον.
Ὀχλούμενόν με ἐκ πειρασμῶν τῶν ποικίλων Μαριὰμ περιφρούρησον τάχος, ὥσπερ ἐπηγγείλω, ἡμῖν σου δεόμενοις.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὑπὸ τὴν πατρικήν σου, Πάτερ προστασία, ἐν δυσχειμέροις καιροῖς νῦν προστρέχουσιν, μὴ ἐπηλάθη σῶν δοῦλων μεγαλυνόντων σε.

Νομίμως ἠγωνίσω, ἐκ χειρῶν Κυρίου, καὶ τοὺς ἀφθάρτους στεφάνους ἀπέλαβες, πρὸς  ὃν ἱκέτιδας χεῖρας ὑψῶσον Ὅσιε.

Τῆς προσευχῆς με δεῖξον, οἶκον θεοφόρε, ἐρηρεισμένον στεῤῥῶς ὡς ἐδίδασκες, ὑπακοῇ τῇ τελείᾳ, καὶ πίστει Ἅγιε.

Θεοτοκίον.
Ἰδεῖν τὴν Βασιλεία, Δέσποινα μοι δίδου, τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ τὴν αἰώνιον, εἰς σε γὰρ πᾶσαν ἐλπίδα, μόνην ἀνέθηκα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ὁ θεόληπτος ἀσκητής, ἡσυχίας μύστης ἀγρυπνίας ὑπακοῆς, καὶ εὐχῆς ἀπαύστου, Ἐφραὶμ Κατουνακιώτα, καὶ τῶν πατέρων πάντων ὄντως ὁμόζηλος.

Χαίρει καὶ ἀγάλλεται ἀληθῶς, τὸ Ἅγιον Ὄρος νέον καύχημα σε εὑρόν, Ἐφραὶμ θεοφόρε, καὶ Ἐκκλησία πᾶσα, σοὺς ἄθλους καὶ ἀγῶνας ὕμνοις δοξάζουσα.

Χαίροις τῶν Ἀγγέλων ὁ μιμητής, βίῳ σου ἀμέμπτῳ καθαρότητι λογισμῶν, καὶ τῇ ἀενάῳ, Ἐφραὶμ Θεοῦ λατρείας, μεθ’ ὧν ἵνα ἀναμέλπεις ὕμνον τρισάγιον.

Τρίβον διανύσας ἀσκητικήν, ἔφθασας εἰς πόλιν διαμένουσαν ἐς αεί, ἐν ᾖ νῦν μετέχεις, ἀφράστου εὐφροσύνης, καὶ θεωκοινωνίας τῆς πόθουμένης σοι.

Προσευχῆς τῷ ζήλῳ σου τὴν ἐμήν, πλούτισον καρδίας καὶ ἐκ πάντων τῶν χαμερπῶν, χώρισον παθῶν με, Ἐφραὶμ ὅσιε πάτερ, εὐχαῖς σου πρὸς τὸν μόνον ὄντως φιλάνθρωπον.

Τοῦ Ἐφραὶμ τοῦ Σύρου πάτερ σοφέ, τῇ ὁμωνυμίᾳ ἐτιμήθης καὶ ἀληθῶς, τούτου ἀνεδείχθης, ὁμότροπος ἐν πᾶσι, δακρύων νήφων πόθῳ καὶ προσευχόμενος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τὴν βροτοὺς δυναμένη θεώσαι ἤσκησας, ὑπακοὴν τὴν τελείαν, ὡς ὁ Υἱὸς τῷ Πατρί, καὶ θεὸς νῦν κατὰ χάριν πέλεις Ὅσιε, ἐν Παραδείσῳ τῆς τρυφῆς, οὗ μετέσχεις ἔτι ζῶν τῇ νοερᾷ προσευχῇ σου, Ἐφραὶμ πατέρων τὸ κλέος, Κατουνακίων νέον καύχημα.

Δόξα.
Ἔτερο Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε

Βιὰ φύσεως διηνεκὴς σου, σκεῦος γέγονας τοῦ Παρακλήτου, μοναχικῶν ἀρετῶν ἡ ἐνσάρκωσις, καὶ βιοτῆς θεαρέστου ὑπόδειγμα, καὶ μυστηρίων λευίτης οὐράνιος, πάτερ ὅσιε Ἐφραὶμ ἀκλινῶς ἱκέτευε, ὑπὲρ τῶν ἀνυμνούντων σε τὸν Κύριον.

Καὶ νῦν.
Θεοτοκίον. Ἦχος γ΄.

Σὲ τὴν μεσιτεῦσασαν, τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε, ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸν διὰ Σταυροῦ καταδεξάμενος Πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἔχων τὴν ἁγνείαν τῆς ψυχῆς, ὥσπερ προσευχόμενος ἔγνω, ὁ σὸς πατὴρ Ἰωσήφ, τὸν Χριστὸν ἠγάπησας εἰς τέλος πάτερ Ἐφραίμ, καὶ αὐτῷ ἠκολούθησας ἀσκήσει ἀμέμπτῳ, ὥσπερ ἀγαλλόμενος, υἱὸς Θεοῦ καὶ Χριστοῦ, νῦν συγκληρονόμος ὑπάρχειν, ἐν τῶν οὐρανῶν Βασιλείᾳ, ἡς με δεῖξον μέτοχον πρεσβείαις σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

0 comments:

Δημοσίευση σχολίου