Χαιρετισμοί εις πάντας τους Σιναΐτες Αγίους
 
Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Ήν Μωϋσῆς ἐν τῷ Σινᾷ ὡς Βάτον ἄφλεκτον ποτὲ κατεῖδε, Θεοτόκον, μακαρίσωμεν σὺν τῇ νύμφῃ τοῦ Κυρίου Αἰκατερίνῃ, Βασιλέων, Προφητῶν, Μαρτύρων τάγμασι καὶ Ὁσίων ἀσκητῶν Σιναίου πλήθεσι, πόθῳ κράζοντες· Χαίροις, Σύναξις ἔνθεος.
 
Οἱ Οἶκοι.
Άγγελοι ἐν ἐρήμῳ τοῦ Σινᾶ λαμπροφόροι ἐδείχθητε, κλεινοὶ Σιναΐται· διαλάμψαντες γὰρ ἐν καιροῖς διαφόροις πᾶσαν τοῦ Χωρήβ, ῞Αγιοι, περίχωρον ηὐγάσατε φωτίζοντες πιστοὺς βοῶντας· 
 
Χαίρετε, κώδικες ἐγκρατείας
χ
αίρετε, όρπηκες ἀριστείας.
Χαῖρε, ασκουμένων ὁσίων ὁμήγυρις
χαίρε, ἀθλοφόρων ἀνδρείων πανήγυρις,
Χαῖρε, δῆμος ἀξιέραστος θεοφόρων ἀσκητῶν·
χαῖρε, στέφος καὶ διάδημα εὐκλεῶν Συναιτῶν.
Χαῖρε, ἄθροισμα θεῖον ἐν σπηλαίοις βιούντων·
χαῖρε, σέμνωμα μέγα τῶν στεῤῥῶς ἀθλησάντων,
Χαῖρε, λαμπὰς πατέρων πολύφωτος·
χαῖρε, ὁλκὰς μαρτύρων περίβλεπτος.
Χαίρετε, σκεύη εὐχῆς ἀσιγήτου·
χαίρετε, λύχνοι φρονήματος θείου.
Χαίροις, Σύναξις ἔνθεος.
 
Βἀτον τὴν παναγίαν ἐν Σινᾷ προσκυνοῦντες, ἣν εἶδε Μωϋσῆς φλεγομένην, ἀλλὰ μὴ καιομένην ποτέ, προτυποῦσαν ὄντως τὴν ἁγνὴν Δέσποιναν, σεμνὴν Θεογεννήτριαν, κραυγάζομεν αὐτῆς τῷ Τόκῳ· ᾿Αλληλούϊα,
 
Γνώσεως καὶ σοφίας θεϊκῆς τὴν πυξίδα, σοφὴν Αἰκατερίναν τιμῶντες σὺν ὁσίων κλεινῶν τοῖς χοροῖς καὶ λαμπρῶν μαρτύρων τὴν πληθὺν κραζόμεν Σιναίου φῶτα ἄδυτα, φωτίσατε ἡμᾶς βοῶντας

Χαίρετε, κλίμακες ἀπαθείας·
χαίρετε, πίδακες ἀφθαρσίας.
Χαῖρε, Γαλακτίων, μαρτύρων ἀκρώρεια·
χαῖρε, θεῖε Ζήνων, πατέρων καλλώπισμα.
Χαῖρε, πάτερ Αβραάμιε, ὁ δενδρίτης τοῦ Σινᾶ·
χαῖρε, μάκαρ ᾿Αναστάσιε, πολεμίων ἡ φθορά.
Χαῖρε, Αἰκατερίνα, νύμφη πάγκαλε Κτίστου·
χαῖρε, κλέος, Μαρίνα, γυναικῶν τῆς ἐρήμου.
Χαῖρε, λαμπτὴρ μαρτύρων, Μακάριε·
χαῖρε, φωστὴρ ἀζύγων, Ἰγνάτιε.
Χαίρετε, ἄνθη τερπνὰ Ἐκκλησίας·
χαίρετε, τύποι ἐνθέου σοφίας.
Χαίροις, Σύναξις ἔνθεος.
 
Δῆμον σεπτὸν ἁγίων καὶ χορὸν θεοφόρον λαμψάντων διαφόροις ἐν χρόνοις ἀσκητῶν καὶ μαρτύρων Σινᾶ τῆς ἐρήμου, ὕμνοις μελιχροῖς μέλψωμεν αὐτοὺς τῷ κραταιώσαντι βοῶντες εὐχαρίστῳ γλώσσῃ· ᾿Αλληλούϊα.
 
Έρημον τοῦ Σιναίου ἐπολίσατε πᾶσαν Φαρὰν καὶ Ῥαϊθώ, θεοφόροι, καὶ ὀφθέντες λαμπροὶ ὁδηγοὶ ἐναρέτου βίου εὐσεβεῖς πείθετε βοᾶν ὑμῖν, πανθαύμαστοι, ἐν ὕμνοις καὶ ᾠδαῖς τοιαῦτα·

Χαίρετε, φάροι φωτὸς ἀΰλου·
χαίρετε, λύχνοι τοῦ Παρακλήτου.
Χαῖρε, δαιμονίων, Ανδρέα, φυγάδευσις·
χαῖρε, χαρισμάτων, ὦ Σάββα, διάχυσις.
Χαῖρε, πάτερ Αναστάσιε, προοράσεως εἰκών·
χαῖρε, ὅσιε Γεώργιε, προμηθείας ὁ λειμών.
Χαῖρε, ζεῦγος πατέρων ἀδελφῶν ἀνωνύμων·
χαῖρε, πλῆθος ἀζύγων ἀσκητῶν ἐπωνύμων.
Χαῖρε, Αμμοῦν, πυξίον συνέσεως·
χαῖρε, χρυσοῦν, Δουλᾶ, βάθρον πίστεως.
Χαίρετε, φῶτα χοροῦ μονοτρόπων·
χαίρετε, ῥεῖθρα πολλῶν χαρισμάτων.
Χαίροις, Σύναξις ἔνθεος.

Ζήσας ἐν τῷ σπηλαίῳ, Ἠλιού, τῷ ἀνίκμῳ Χωρὴβ τῆς κορυφῆς ὥσπερ αὔραν λεπτοτάτην ᾐσθάνθης Θεόν, Ὃν οὐδεὶς κατεῖδε τῶν βροτῶν πώποτε, καὶ φεύγων μῆνιν ἄφρονος καὶ φαύλης Ἰεζάβελ ᾔδες·᾿Αλληλούϊα.

Ήστραψαν ὡς ἀστέρες φαεινοὶ ἐν Σιναίῳ ἀκτῖσιν ἀρετῆς θεαρέστου καὶ αὐγαῖς βιοτῆς εὐσεβοῦς οἱ σεπτοὶ Πατέρες οἱ λαμπρῶς φαίνοντες τοῖς ὕμνοις ἀνακράζουσι ψυχῆς ἐν κατανύξει ταῦτα·

Χαίρετε, στέμματα ἀκτησίας·
χαίρετε, ὄργανα τῆς σοφίας.
Χαῖρε, ἀδελφὲ Ἰωάννου, Γεώργιε·
χαῖρε, συνετὲ Χωρηβῖτα, Ἡσύχιε.
Χαῖρε, ἔνθεε Γεώργιε, Γαδημῆτα θαυμαστέ·
χαῖρε, ἔνδοξε Εὐθύμιε, τῆς Σιὼν ὦ προεστέ.
Χαῖρε, στῦλε νηστείας, Δανιήλ Φαρανῖτα·
χαῖρε, σπόγγε ἀγάπης, Μιχαὴλ Ἰβηρῖτα.
Χαῖρε, εὐχῆς, Γρηγόριε, πρόβολε·
χαῖρε, σιγῆς πυρσέ, Ἐπιφάνιε.
Χαίρετε, ἔμπλεοι κατορθωμάτων·
χαίρετε, πάροικοι πάντων προσύλων.
Χαίροις, Σύναξις ἔνθεος,

Θείου νόμου τὰς πλάκας ἐν Χωρὴβ ἐκ Κυρίου χειρῶν, θεόπτα, εἴληφας τρέμων, Μωϋσῆ, καὶ λαοῦ Ἰσραὴλ ἀρχηγέτης ὤφθης κραταιός, πάνσεπτε, κραυγάζειν ὑφηγούμενος πιστοῖς τῷ παντεπόπτῃ πόθῳ· ᾿Αλληλούϊα.
 
Ίασμοι πανευώδεις τῶν αὐλῶν τοῦ Κυρίου, κλεινοὶ ἀναιρεθέντες Πατέρες τεσσαράκοντα τῆς Ῥαϊθὼ καὶ Σινᾶ σπηλαίων καὶ ὀπῶν ὤφθητε εὐφραίνοντες τοὺς μέλποντας ὑμᾶς καὶ ἐκβοῶντας πίστει·

Χαίρετε, κρίνα τοῦ Παραδείσου·
χαίρετε, ῥόδα ἀλκίμου βίου.
Χαῖρε, μειρακίσκε γενναῖε, ᾿Ανώνυμε·
χαῖρε, μάρτυς Δόμνε, σεμνὲ καὶ θειότατε,
Χαῖρε, λείριον, Εὐσέβιε, τῆς ἐρήμου τοῦ Θολᾶ·
χαῖρε, πάντιμον, Ὑπάτιε, ἀγαλλίαμα Σινᾶ.
Χαῖρε, μάκαρ Ἠλία ἐν ᾿Αζῇ ὁ ἀθλήσας·
χαῖρε, ὦ Ἠσαΐα τὸν Χριστὸν ὁ ποθήσας.
Χαῖρε, υἱὲ τοῦ Νείλου, Θεόδουλε·
χαῖρε, βλαστὲ θεόφυτε, Σέργιε.
Χαίρετε, σθένους ψυχῆς ἀκρεμόνες·
χαίρετε, θάρσους ἀῤῥήτου λειμῶνες.
Χαίροις, Σύναξις ἔνθεος.
 
Κλίμακος Ἰωάννην, συγγραφέα θεόπνουν καὶ πρόεδρον Σινᾶ τοῦ σεμνείου τελειώσεως πρὸς τὴν ὁδόν, τοὺς αὐτοῦ ἐν βίῳ τὰ σοφὰ ῥήματα καλῶς ἀναγιγνώσκοντας ἰθύνοντα, τιμῶ κραυγάζων· ᾿Αλληλούϊα.
 
Λάμψαντες μαρτυρίου ταῖς φωσφόροις ἀκτῖσι λαμπρύνετε, Πατέρες Σιναίου, ὁσιόαθλοι, δήμους πιστῶν, τοὺς ὑμῶν τιμῶντας τὰ λαμπρὰ σκάμματα καὶ ᾄδοντας μελίσμασι φαιδροῖς ὑμῶν τοὺς ἄθλους οὕτω·

Χαίρετε, σάλπιγγες μαρτυρίου·
χαίρετε, κήρυκες θείου βίου.
Χαῖρε, Ἰσαάκ, Σαλαὴλ μάνδρας ἔκθρεμμα·
χαῖρε, Ἰωσήφ, Ῥαϊθὼ ἐνδιαίτημα.
Χαῖρε, Μᾶρκε γενναιότατε, ἐρημίας πολιστά·
χαῖρε, Πρόκλε τιμιώτατε, Βηθραμβῆ ἐγκρατευτά.
Χαῖρε, Ἱερεμία, ὡραιότης ἀζύγων·
χαῖρε, ἄλκιμε Σάββα, φῶς τερπνὸν μονοτρόπων.
Χαῖρε, πυρσέ, Θεόδουλε, νήψεως·
χαῖρε, φανέ, ὦ Παῦλε, ἀσκήσεως.
Χαίρετε, τύποι μαρτύρων ἀρίστων·
χαίρετε, οἶκοι ἐνθέων χαρίτων.
Χαίροις, Σύναξις ἔνθεος.
 
Μάρτυρες θεοφόροι, ἠγλαΐσατε ἄθλοις Σιναίου τὴν κατάξηρον χθόνα, καρτερόψυχε Βενιαμίν, Ἰωάννη σῶφρον, ᾿Αθηνῶν βλάστημα καὶ Παῦλε τρισμακάριστε, φωνοῦντες ἄχρι τέλους πόθῳ· ᾿Αλληλούϊα.
 
Νίκας ἐπιτυχόντες κατ' ἐχθροῦ μισοκάλου συντόνοις κακουχίαις καὶ πόνοις ἐν Σινᾷ, γεραροὶ ἀσκηταί, ἀϊδίου γέρα βιοτῆς, ὅσιοι, εἰλήφατε· διόπερ νῦν κραυγάζομεν ὑμῖν τοιαῦτα·

Χαίρετε, ὅπλα τῆς εὐσεβείας·
χαίρετε, δένδρα τῆς ἐρημίας.
Χαῖρε, Ῥαϊθὼ ἀσκητά, Αναστάσιε·
χαῖρε, τοῦ Θεοῦ δοῦλε τίμιε, Ξόϊε.
Χαῖρε, ἄμωμε Εὐσέβιε, πρεσβυτέρων κορυφή
χαῖρε, πάγκαλε Ἡσύχιε, προεστώτων χαρμονή.
Χαῖρε, Κίλιξ, διῶκτα πονηροῦ, Ἰωάννη·
χαῖρε, τέττιξ Κυρίου ὑμνῳδίας, Ματόη.
Χαῖρε, Δουλᾶ, Σινᾶ καθηγούμενε·
χαῖρε, χαρὰ ἀγγέλων, Θεόδουλε.
Χαίρετε, στῆλαι λαμπραὶ δωρημάτων·
χαίρετε, κρῆναι ἀπείρων θαυμάτων.
Χαίροις, Σύναξις ἔνθεος.
 
Ξυνωρὶς ὁμοζύγων ἀθλητῶν, τρισολβία, ταμεῖον, Γαλακτίων, ἀνδρείας καὶ σεμνὴ Ἐπιστήμη, ᾠδαῖς τὴν ὑμῶν τιμῶντες εὐσθενῆ ἔνστασιν ἰσχὺν ὑμᾶς τῷ πλήσαντι ἐν σκάμμασι βοῶμεν πίστει· ᾿Αλληλούϊα.

Όλη λελαμπρυσμένη τοῖς ὑμῶν νυχθημέροις ἀγῶσι, θεοφόροι Πατέρες, ᾿Αραβίας Πετραίας ἡ χθὼν ὡς ἀστὴρ αὐγάζει τῶν πιστῶν τάγματα, τῶν νῦν τιμώντων σύναξιν ὑμῶν καὶ εὐλαβῶς βοώντων·

Χαίρετε, ῥήξεις τῶν φθειρομένων·
χαίρετε, κτήσεις τῶν ἀθανάτων.
Χαῖρε, ταπεινώσεως κόσμημα, Στέφανε·
χαῖρε, θείου Πνεύματος κόσμημα, Ξόϊε.
Χαῖρε, σκεῦος σιωπήσεως, ὦ Ἰουστινιανέ·
χαῖρε, εὖχος τῆς ἁπλότητος, μάκαρ Ἰουλιανέ.
Χαῖρε, ὦ Ζαχαρία, ὁσιότητος κέρας·
χαῖρε, πάτερ Ματθία, ξένων πάμφωτον σέλας.
Χαῖρε, λαμπρὰ χορεία ᾿Ανώνυμε·
χαῖρε, Νετρᾶ, θεόφρον ἐπίσκοπε.
Χαίρετε, ὅροι ἀσκήσεως θείας·
χαίρετε, ὅρμοι θεώσεως ἄκρας.
Χαίροις, Σύναξις ἔνθεος.

Πᾶσα τῶν ἐν Σιναίῳ ἀσκουμένων πατέρων χορεία Μωϋσέως θεόπτου τοὺς ὁμαίμονας ᾄδει φαιδρῶς, Ααρών, οὗ ῥάβδος ἡ ξηρὰ ἤνθησε, καὶ Κτίσαντος πανάσπιλον ἀμνάδα, Μαριάμ, βοῶσα· ᾿Αλληλούϊα.
 
Ρείθροις σεπτῶν ἱδρώτων καὶ ῥοαῖς τῶν δακρύων ὑμῶν καθηγιάσθη, Πατέρες, ἡ περίχωρος ὄρους Χωρήβ, ἡ τοιαῦτα κρίνα, ὡς ὑμεῖς, ἥδιστα ἀγάλλεται βλαστήσασα· διόπερ νῦν κραυγάζει πόθῳ·

Χαίρετε, ὕψη χαμαικοιτίας·
χαίρετε, βάθη ἀοργησίας.
Χαῖρε, παρειμένων, Λογγῖνε, ἀνόρθωσις·
χαῖρε, ἀκτημόνων, Ματθαῖε, ὑπόδειξις.
Χαῖρε, Πέτρε ἱερώτατε, Πιονῖτα θαυμαστέ·
χαῖρε, Στέφανε τρισόλβιε, Μαλωχά λαμπρὲ πυρσέ.
Χαῖρε, Νίκων θεόφρον, ἀρετῆς ἐκμαγεῖον·
χαῖρε, Νεῖλε, σωφρόνων ἀσκητῶν τὸ πυξίον.
Χαῖρε, παγὶς τοῦ πλάνου, Μεγέθιε·
χαῖρε, σφραγὶς ἀσκήσεως, Νίκανδρε.
Χαίρετε, πόθων ἀΰλων ῥοδῶνες·
χαίρετε, τρόπων ὁσίων κανόνες.
Χαίροις, Σύναξις ἔνθεος.
 
Σύστημα ἀναμέλπων τῶν πατέρων Σιναίου Ναυῆ σὺν Ἰησοῦ, πολεμίων τῷ τροπώσαντι πᾶσαν ἰσχὺν καὶ σεπτῇ Μαρίνῃ, τῇ καλῶς θήλεος τὸ χαῦνον δι' ἀσκήσεως ἀόκνου παριδούσῃ κράζω· ᾿Αλληλούϊα.

Τεἴχος ἄϋλον πέλει ἡ ὑμῶν προστασία, πατέρες τῆς μονῆς τοῦ Σιναίου, ἥν ποτέ Ἰουστινιανός εὐσεβεῖ τῷ πόθῳ ὑλικῶς, Άγιοι, στεῤῥῶς περιετείχισε, κραυγάζομεν βοῶντες οὕτω·

Χαίρετε, φίλοι ζωῆς ἀλήκτου·
χαίρετε, φάη τοῦ Παρακλήτου.
Χαῖρε, Ἰωάννη, Γουδδά ἄνθος εὔοσμοῦ
χαῖρε, ὦ Ελένη, Σινᾶ μάνδρας θέμεθλον.
Χαῖρε, Μάρκε παμμακάριστε, λαμπηδῶν ὑπακοῆς
χαῖρε, εὔψυχε Μαρτύριε, μυροθήκη ἀρετῆς.
Χαῖρε, "Αναιρεθέντων ἀνωνύμων κοινότης
χαῖρε, τῶν ἀσκουμένων, Συμεών, κοσμιότης.
Χαῖρε, λεόντων φίλτατε Σέργιε·
χαῖρε, ἀζύγων φάρε, Στρατήγιε.
Χαίρετε, μάνδρας δομήτορες θεῖοι·
χαίρετε, ἄκρας φρονήσεως πύργοι,
Χαίροις, Σύναξις ἔνθεος.
 
Ύμνων στέφομεν ρόδοις θεῖον Στέφανον πάντες καὶ σκήνωμα αὐτοῦ προσκυνοῦντες τὸ ἀλώβητον ἐκ τῆς φθορᾶς τοὺς ἀόκνους πόνους τοὺς αὐτοῦ σέβομεν, οὓς ἔτλη δι᾽ ἀγάπησιν
Χριστοῦ καὶ ταπεινῶς φωνοῦμεν Αλληλούϊα.

Φἔγγει τοῦ Ζωοδότου καὶ ἀδύτου Ήλιου τῆς κτίσεως, σοφοί, ἐλλαμεφθέντες, ἀσκηταὶ τῆς ἐρήμου Σινά, τῆς Φαράν καὶ πάσης, Ῥαϊθώ ώφθητε ἡμῖν πυρσοί χρηστότητος διάπερ νῦν ὑμῖν βοώμεν.

Χαίρετε, στέμματα τοῦ Σιναίου·
χαίρετε, ὄμματα τοῦ δικαίου.
Χαῖρε, Νιστερῶε, κειμήλιον νήψεως·
χαῖρε, Χριστοφόρε, φανὲ διακρίσεως.
Χαῖρε, ὄλβιε Ορέντιε, ἐν χερσὶν ὁ θυμιῶν·
χαῖρε, εὔψυχε Φιλόθεε, ἡσυχίαν ὁ φιλῶν.
Χαῖρε, τῶν πρεσβυτέρων ὦ Θεόδουλε στέμμα·
χαῖρε, ὦ Σεραπίων, ἀσκουμένων ἀλείπτα.
Χαῖρε, Κυπρίων βλάστημα, Στέφανε·
χαῖρε, ἁπάντων αὖχος, Εὐσέβιε.
Χαίρετε, πάγας πατήσαντες πλάνου·
χαίρετε, αὔρας ὑμνήσαντες Κτίστου.
Χαίροις, Σύναξις ἔνθεος.
 
Xάριτας ἰαμάτων ἡ σορός σου προχέει, σεμνὴ Αἰκατερίνα, τοῖς πίστει προσιοῦσιν αὐτῇ ἐν σπουδῇ καὶ τοὺς σοὺς βασάνους τοὺς στεῤῥοὺς ᾄδουσι, δι᾽ ὧν Χριστὸν ἐδόξασας, Ὦ πόθῳ ἐκβοῶμεν πάντες· ᾿Αλληλούϊα.
 
Ψάλλοντες ἐν σαμβύκῃ νοητῇ καὶ κιθάρα ὑμῶν τὰς ἀριστείας συμφώνως εὐφημοῦμεν ὑμᾶς ὡς Χριστοῦ χαρμονῆς μετόχους, τοῦ Σινᾶ ἔφοροι, ἧς πάντας ἀξιώσατε τοὺς ᾄδοντας πιστῶς τοιαῦτα·

Χαίρετε, ἄγγελοι φωτοφόροι·
χαίρετε, μέροπες θεοφόροι.
Χαῖρε, Φαρανῖτα, Γεώργιε ὅσιε·
χαῖρε, Ἐλισσαῖε, παμμάκαρ Αρμένιε.
Χαῖρε, ὄλβιε Γεώργιε, ὁ τῇ δίψῃ ἐγκρατής·
χαῖρε, μάρτυς Αναστάσιε, ὁ τοῖς σκάμμασι πολύς.
Χαῖρε, Ὢρ θεηγόρε, βίβλε θείας σοφίας·
χαῖρε, πάτερ γενναῖε, Σιλουανὲ δᾷς ἀνδρείας.
Χαῖρε, πλειὰς Πατέρων περίδοξος·
χαῖρε, ὁλκὰς ἀγάπης ἀκένωτος.
Χαῖρε, λύρα τερπνὴ τοῦ Σιναίου·
χαῖρε, ἅρπα ζωῆς τῆς ἀλήκτου.
Χαίροις, Σύναξις ἔνθεος.
 
Ω Σιναίου φωστῆρες καὶ θερμοὶ ἐπιστάται, ὁσίων καὶ μαρτύρων χορεῖαι, τοὺς τιμῶντας ὑμῶν τὴν σεπτὴν καὶ κοινὴν ἐν ὕμνοις μελιχροῖς σύναξιν ἐκ βλάβης διασῴζοιτε, ὡς ἂν πανευλαβῶς βοῶμεν·᾿Αλληλούϊα.
 
Καὶ αὖθις τὸ Κοντάκιον.
Ἦχος πλ. δ' Τῇ Ὑπερμάχῳ.
Ήν Μωϋσῆς ἐν τῷ Σινᾷ ὡς Βάτον ἄφλεκτον ποτὲ κατεῖδε, Θεοτόκον, μακαρίσωμεν σὺν τῇ νύμφῃ τοῦ Κυρίου Αἰκατερίνῃ, Βασιλέων, Προφητῶν, Μαρτύρων τάγμασι καὶ Ὁσίων ἀσκητῶν Σιναίου πλήθεσι, πόθῳ κράζοντες· Χαίροις, Σύναξις ἔνθεος.

Δίστιχον
Χαίρε, σμήνος Σιναϊτών, Χαραλάμπης 
Οσίων και Μαρτύρων, έκραξε πόθω

0 comments:

Δημοσίευση σχολίου