Ακολουθία πάντων των Σιναϊτών Αγίων

 
 
Στο Σινά και στις γύρω περιοχές ασκήτευσαν άγιοι και αγίες που έφτασαν σε ασύλληπτα πνευματικά ύψη. Πρέπει να υμνούμε τους πατέρες της ερήμου διότι είναι ανυπέρβλητα παραδείγματα ασκήσεως και τώρα πρεσβεύουν για εμάς προς τον Κύριο. Υμνώντας τους τελούμε το χρέος μας και επικαλούμενοι τις πρεσβείες τους λαμβάνουμε μεγάλη ωφέλεια.


Ακολουθία πάντων των Σιναϊτών Αγίων 
Αθλοφόρων και Οσίων
 
Ψαλλομένη τῇ Τετάρτῃ τῆς Διακαινησίμου, ἐν ᾗ τελεῖται ἡ Σύναξις αὐτῶν.
 
ΕΝ ΤΩ ΕΣΠΕΡΙΝΩ
Μετὰ τὰ συνήθη κατὰ τὴν Διακαινήσιμον ἑβδομάδα ἱστῶμεν στίχους ι΄ καὶ ψάλλομεν δ᾽ ᾿Αναστάσιμα ἤχου δ᾿ καὶ τῶν Αγίων στ᾿ τὰ ἑξῆς:
 
Αναστάσιμα.
Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Τ
ὸν ζωοποιόν σου Σταυρὸν ἀπαύστως προσκυνοῦντες, Χριστὲ ὁ Θεός, τὴν τριήμερόν σου ἀνάστασιν δοξάζομεν· δι' αὐτῆς γὰρ ἀνεκαίνισας τὴν καταφθαρεῖσαν τῶν ἀνθρώπων φύσιν, παντοδύναμε, καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον καθυπέδειξας ἡμῖν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.
Τοῦ ξύλου τῆς παρακοῆς τὸ ἐπιτίμιον ἔλυσας, Σωτήρ, τῷ ξύλῳ τοῦ Σταυροῦ ἑκουσίως προσηλωθείς, καὶ εἰς ῞Αδου κατελθών, δυνατέ, τοῦ θανάτου τὰ δεσμὰ ὡς Θεὸς διέῤῥηξας. Διὸ προσκυνοῦμεν τὴν ἐκ νεκρῶν σου ἀνάστασιν, ἐν ἀγαλλιάσει βοῶντες· Παντοδύναμε Κύριε, δόξα σοι.
 
Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.
Πύλας Αδου συνέτριψας, Κύριε, καὶ τῷ σῷ θανάτῳ τοῦ θανάτου τὸ βασίλειον ἔλυσας·γένος δὲ τὸ ἀνθρώπινον ἐκ φθορᾶς ἠλευθέρωσας, ζωὴν καὶ ἀφθαρσίαν τῷ κόσμῳ δωρησάμενος καὶ τὸ μέγα ἔλεος.
 
Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Δεῦτε, ἀνυμνήσωμεν, λαοί,τὴν τοῦ Σωτῆρος τριήμερον ἔγερσιν, δι' ἧς ἐλυτρώθημεν τῶν τοῦ ῞Αδου ἀλύτων δεσμῶν καὶ ἀφθαρσίαν καὶ ζωὴν πάντες ἐλάβομεν, κράζοντες· Ὁ σταυρωθεὶς καὶ ταφεὶς καὶ ἀναστάς, σῶσον ἡμᾶς τῇ ἀναστάσει σου, μόνε φιλάνθρωπε,
 
Τῶν ῾Αγίων.
Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
 
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ηνπερ σαφῶς προετύπου, Κυρίαν Δέσποιναν, ἡ φλεγομένη Βάτος ἀλλὰ μὴ καιομένη ἐν ὄρει τῷ Σιναίῳ νῦν εὐλαβῶς προσκυνοῦμεν γηθόμενοι καὶ ἀνακράζομεν· καῦσον ἡμῶν πυρὶ πρεσβειῶν σου, Μῆτερ, πταίσματα.
 
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Τὁ ἁγιόλεκτον σμῆνος ἱδρώτων ῥεύμασι τὸ καταρδεῦσαν χθόνα τοῦ Σινᾶ τὴν πετρώδη, τὴν ὄασιν Φαράν τε καὶ Ῥαϊθὼ εὐσχημόνως τιμήσωμεν καὶ πρὸς τελείωσιν μόχθους αὐτῶν σεμνῶς τοὺς ἀόκνους μιμησώμεθα.

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Τὸν Μωϋσῆν τὸν θεόπτην ἐγκωμιάσωμεν, τὸν ᾿Ααρὼν τὸν θεῖον, Ἠλιοὺ τὸν Θεσβίτην, προφήτας θεολήπτους καὶ Ἰησοῦ τοῦ Ναυῆ ὡς κοσμήτορας Σινᾶ ἐρήμου καὶ ὄρους Χωρήβ αὐτῶν ἐπαινοῦντες τὴν εὐσέβειαν.
 
Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Αἰκατερίναν, τὴν νύμφην Χριστοῦ, τιμήσωμεν καὶ τῶν ἀναιρεθέντων Ῥαϊθὼ καὶ Σιναίου χορείας τῶν Πατέρων σὺν τῷ κλεινῷ ἀθλητῇ Γαλακτίωνι καὶ Ἐπιστήμῃ συνεύνῳ αὐτοῦ ἁγνῇ, ἀθλητῶν ὡς καλλωπίσματα.
 
Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Τῶν ἀρετῶν τὰς βαθμίδας τὸν καταγράψαντα, θεόπνουν Ἰωάννην, σὺν χορῷ τῶν ὁσίων εὐχῇ διαλαμψάντων, ὑπακοῇ, ἀσιτίᾳ, στερήσεσι καὶ ἀγρυπνίᾳ ἐν ὄρει τῷ ἱερῷ τοῦ Σιναίου εὐφημήσωμεν.

Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Τῆς νοερᾶς ἐποφθέντα εὐχῆς τὸν πρύτανιν, Γρηγόριον τὸν θεῖον, ᾿Αναστάσιον, λύχνον ἀσκήσεως ἀόκνου, ὑπακοῆς θεῖον σέμνωμα, Στέφανον, καὶ τὸν Φιλόθεον ὕμνοις ὡς νηπτικὸν πάντες ὅσιον τιμήσωμεν.
 
Δόξα. Ἦχος δ'
Nουνεχῶς ἀγαπήσαντες τὸν Κύριον καὶ τὸν ζυγὸν αὐτοῦ ἀράμενοι ἐπωμαΐδιον ἀξίως ἐπολιτεύσασθε, Σιναΐται ὅσιοι καὶ μάρτυρες πάντιμοι· διὸ Κύριος ὁ ἐκ τάφου ἐξαναστὰς τριήμερος ἀμειβόμενος ὑμᾶς χάριν δέδωκεν ἄφθονον πρεσβεύειν ὑπὲρ τῶν τιμώντων ὑμῶν τὴν πανέορτον σύναξιν.
 
Καὶ νῦν. Θεοτοκίον.
Ο διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ μελῳδικῶς περὶ σοῦ προανεφώνησε τῷ μεγαλεῖα σοι ποιήσαντι· Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ Μητέρα πρόξενον ζωῆς ἀνέδειξεν ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρὼν πρόβατον, τοῖς ὤμοις ἀναλαβὼν τῷ Πατρὶ προσαγάγῃ· καὶ τῷ ἰδίῳ θελήματι ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ, Θεοτόκε, τὸν κόσμον Χριστός, ὁ ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.
 
Εἴσοδος, τὸ φῶς ἱλαρὸν καὶ τὸ Προκείμενον τῆς Τετάρτης τῆς Διακαινησίμου.
Ἦχος πλ. δ΄.
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν καὶ προσέσχε μοι.
Στίχ. Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα.
Στίχ. Απηνήνατο παρακληθῆναι ἡ ψυχή μου.
Στίχ. Ὁ Θεὸς ἐν τῷ ἁγίῳ ἡ ὁδός σου.
 
Αναγνώσματα
 
Της Εξόδου το Ανάγνωσμα
Εἶπε Κύριος πρὸς Μωυσῆν· ἀνάβηθι πρός με εἰς τὸ ὄρος καὶ ἴσθι ἐκεῖ· καὶ δώσω σοι τὰ πυξία τὰ λίθινα, τὸν νόμον καὶ τὰς ἐντολάς, ἃς ἔγραψα νομοθετῆσαι αὐτοῖς. καὶ ἀναστὰς Μωυσῆς καὶ Ἰησοῦς ὁ παρεστηκὼς αὐτῷ ἀνέβησαν εἰς τὸ ὄρος τοῦ Θεοῦ· καὶ τοῖς πρεσβυτέροις εἶπαν· ἡσυχάζετε αὐτοῦ, ἕως ἀναστρέψωμεν πρὸς ὑμᾶς· καὶ ἰδοὺ Ἀαρὼν καὶ Ὢρ μεθ᾿ ὑμῶν· ἐάν τινι συμβῇ κρίσις, προσπορευέσθωσαν αὐτοῖς. καὶ ἀνέβη Μωυσῆς καὶ Ἰησοῦς εἰς τό ὄρος, καί ἐκάλυψεν ἡ νεφέλη τὸ ὄρος. καὶ κατέβη ἡ δόξα τοῦ Θεοῦ ἐπὶ τὸ ὄρος τὸ Σινά, καὶ ἐκάλυψεν αὐτὸ ἡ νεφέλη ἓξ ἡμέρας· καὶ ἐκάλεσε Κύριος τὸν Μωυσῆν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐκ μέσου τῆς νεφέλης. τὸ δὲ εἶδος τῆς δόξης Κυρίου ὡσεὶ πῦρ φλέγον ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους ἐναντίον τῶν υἱῶν Ἰσραήλ. καὶ εἰσῆλθε Μωυσῆς εἰς τὸ μέσον τῆς νεφέλης καὶ ἀνέβη εἰς τὸ ὄρος καὶ ἦν ἐκεῖ ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας.  

Βασιλειών Τρίτης το Ανάγνωσμα
Εν ταις ημέραις εκείναις ἀνήγγειλεν Ἀχαὰβ τῇ Ἰεζάβελ γυναικὶ αὐτοῦ πάντα, ἃ ἐποίησεν Ἠλιού, καὶ ὡς ἀπέκτεινε τοὺς προφήτας ἐν ρομφαίᾳ. καὶ ἀπέστειλεν Ἰεζάβελ πρὸς Ἠλιοὺ καὶ εἶπεν· εἰ σὺ εἶ Ἠλιοὺ καὶ ἐγὼ Ἰεζάβελ, τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, ὅτι ταύτην τὴν ὥραν αὔριον θήσομαι τὴν ψυχήν σου καθὼς ψυχὴν ἑνὸς ἐξ αὐτῶν. καὶ ἐφοβήθη Ἠλιοὺ καὶ ἀνέστη καὶ ἀπῆλθε κατὰ τὴν ψυχὴν αὐτοῦ καὶ ἔρχεται εἰς Βηρσαβεὲ γῆν Ἰούδα καὶ ἀφῆκε τὸ παιδάριον αὐτοῦ ἐκεῖ· καὶ αὐτὸς ἐπορεύθη ἐν τῇ ἐρήμῳ ὁδὸν ἡμέρας καὶ ἦλθε καὶ ἐκάθισεν ὑποκάτω Ραθμὲν καὶ ᾐτήσατο τὴν ψυχὴν αὐτοῦ ἀποθανεῖν καὶ εἶπεν· ἱκανούσθω νῦν, λαβὲ δὴ τὴν ψυχή μου ἀπ᾿ ἐμοῦ, Κύριε, ὅτι οὐ κρείσσων ἐγώ εἰμι ὑπὲρ τοὺς πατέρας μου. καὶ ἐκοιμήθη καὶ ὕπνωσεν ἐκεῖ ὑπὸ φυτόν, καὶ ἰδού τις ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ· ἀνάστηθι καὶ φάγε· καὶ ἐπέβλεψεν Ἠλιού, καὶ ἰδοὺ πρὸς κεφαλῆς αὐτοῦ ἐγκρυφίας ὀλυρίτης καὶ καψάκης ὕδατος· καὶ ἀνέστη καὶ ἔφαγε καὶ ἔπιε. καὶ ἐπιστρέψας ἐκοιμήθη. καὶ ἐπέστρεψεν ὁ ἄγγελος Κυρίου ἐκ δευτέρου καὶ ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ· ἀνάστα φάγε, ὅτι πολλὴ ἀπὸ σοῦ ἡ ὁδός. καὶ ἀνέστη καὶ ἔφαγε καὶ ἔπιε· καὶ ἐπορεύθη ἐν ἰσχύϊ τῆς βρώσεως ἐκείνης τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἕως ὄρους Χωρήβ. καὶ εἰσῆλθεν ἐκεῖ εἰς τὸ σπήλαιον καὶ κατέλυσεν ἐκεῖ· καὶ ἰδοὺ ρῆμα Κυρίου πρὸς αὐτὸν καὶ εἶπε· τί σὺ ἐνταῦθα, Ἠλιού; καὶ εἶπεν Ἠλιού· ζηλῶν ἐζήλωκα τῷ Κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπόν σε οἱ υἱοὶ Ἰσραήλ· τὰ θυσιαστήριά σου κατέσκαψαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ρομφαίᾳ, καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν. καὶ εἶπεν· ἐξελεύσῃ αὔριον καὶ στήσῃ ἐνώπιον Κυρίου ἐν τῷ ὄρει· ἰδοὺ παρελεύσεται Κύριος, καὶ ἰδοὺ πνεῦμα μέγα κραταιὸν διαλῦον ὄρη καὶ συντρίβον πέτρας ἐνώπιον Κυρίου, οὐκ ἐν τῷ πνεύματι Κύριος· καὶ μετὰ τὸ πνεῦμα συσσεισμός, οὐκ ἐν τῷ συσσεισμῷ Κύριος· καὶ μετὰ τὸν συσσειμὸν πῦρ, οὐκ ἐν τῷ πυρὶ Κύριος· καὶ μετὰ τὸ πῦρ φωνὴ αὔρας λεπτῆς, κἀκεῖ Κύριος. καὶ ἐγένετο ὡς ἤκουσεν Ἠλιού, καὶ ἐπεκάλυψε τὸ πρόσωπον αὐτοῦ ἐν τῇ μηλωτῇ αὐτοῦ καὶ ἐξῆλθε καὶ ἔστη ὑπὸ σπήλαιον·.

Σοφίας Σολομώντος το Ανάγνωσμα. 
Δικαίων δὲ ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καί ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν καλασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτὴν
 
Ἰδιόμελα.
Τῆς Θείας Μεταμορφώσεως.
Ἦχος α'.
Ο πάλαι τῷ Μωσεῖ συλλαλήσας ἐπὶ τοῦ ὄρους Σινᾶ διὰ συμβόλων, Ἐγώ εἰμι, λέγων, ὁ Ὤν, σήμερον ἐπ᾽ ὄρους Θαβώρ μεταμορφωθείς, ἐπὶ τῶν μαθητῶν ἔδειξε τὸ ἀρχέτυπον κάλλος τῆς εἰκόνος, ἐν ἑαυτῷ τὴν ἀνθρωπίνην ἀναλαβὼν οὐσίαν, τοὺς τῆς τοιαύτης χάριτος μάρτυρας παραστησάμενος Μωσῆν καὶ Ἠλίαν, κοινωνοὺς ἐποιεῖτο τῆς εὐφροσύνης, προμηνύοντας τὴν ἔνδοξον διὰ Σταυροῦ καὶ σωτήριον ἀνάστασιν.
 
Τῶν Ἁγίων.
Ἦχος α'.
Εὐφραίνου ἐν Κυρίῳ Χωρὴβ τοῦ θείου ὄρους ἡ περίχωρος ἁγιαζομένη τῇ χάριτι θεοεικέλων ὁσίων καὶ μαρτύρων οὗτοι γὰρ ἐν σοὶ διέπρεψαν καιροῖς ἰδίοις ἕκαστος καὶ Θεῷ εὐηρέστησαν ἰσαγγέλῳ πολιτείᾳ καὶ μαρτυρίου σκάμμασι· καὶ νῦν σὺν Χριστῷ αὐλιζόμενοι ἐν θείοις δώμασι πρὸς ἐργασίαν τοῦ κρείττονος διεγείρουσι τοὺς ἀπαύστως αὐτὸν μεγαλύνοντας,
 
Ἦχος β΄.
Τῶν ἐν ἐρήμῳ Σιναίου ῾Αγίων θειότατον σύστημα πᾶς ὁ λαὸς τοῦ Θεοῦ εὐσχημόνως τιμήσωμεν λέγοντες· Χαῖρε, νύμφη Χριστοῦ Αἰκατερίνα σὺν Γαλακτίωνι καὶ Ἐπιστήμῃ καὶ χορὲ ἀναιρεθέντων Πατέρων θεόληπτε· χαῖρε, Μωϋσῆ θεόπτα, ὁ λαβὼν ὧδε τοῦ νόμου πλάκας σὺν Ἠλιοὺ τῷ Θεσβίτη, τῇ εὐλάλῳ γλώσσῃ τοῦ Πνεύματος· χαίρετε, ἱεράρχαι, ποιμένες καὶ ἀσκηταὶ φωσφόροι, οἱ αὐτομεμψίᾳ καὶ ταπεινώσει ἑαυτοὺς ἀνυψώσαντες· ἀρετῶν οὖν ἅπαντες ὀφθέντες κειμήλια καὶ δόξης ἀξιωθέντες Κυρίῳ πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
 
Ἦχος
Αξιοχρέως τιμῶμεν ὑμῶν τοὺς ἀγῶνας, δι᾽ ὧν Χριστὸν ἐδοξάσατε διαφόροις ἔτεσι καὶ ποικίλους τρόπους, Σιναῖται πανθαύμαστοι ἅγιοι ὅθεν ποδηγέται σωτήριοι καὶ προμηθεῖς θειότατοι τοῦ ἐν ἐρήμῳ Σιναίου γενναίου τάγματος τῶν θεοφιλῶς ἀσκουμένων πατέρων ὤφθητε· διὸ ὑμᾶς ἀνευφημοῦντες ἀνάγνοις χείλεσι καὶ τὴν ὑμῶν θεοτερπῇ πολιτείαν μακαρίζοντες, τὰς λιτὰς ὑμῶν πρὸς Κύριον ἀπεκδεχόμεθα.
 
Ἦχος δ'
Ως ἐναργεῖς βοηθοὺς τῶν ἐν δίναις τοῦ βίου καὶ ἀνυστάκτους ἀντιλήπτορας ὑμᾶς γεραίρομεν, Σιναΐται θεοφόροι ἅγιοι πάντες γὰρ προστρέχομεν τῇ ὑμῶν προστασία καὶ ἀπεκδεχόμεθα τὴν παρ᾽ ὑμῶν εὐλογίαν, ἵνα ρυσθῶμεν πάσης περιστάσεως.
 
Δόξα, καὶ νῦν. Ἦχος πλ. α'
Πανήγυριν φαιδρὰν ἄγει σήμερον ἡ τοῦ Σινᾶ θεοβάδιστος ἔρημος, τῶν ἐν αὐτῇ διαλαμβάντων ἁγίων τὰς ἀρετὰς καὶ πολιτείας λαμπρότητα ἐγκωμιάζουσα· προφητῶν γάρ, ποιμένων θεοσόφων, πατέρων θεαυγῶν καὶ περιδόξων μαρτύρων τὴν χορείαν προβάλλει εὐσεβέσι πρὸς μίμησιν· δεῦτε οὖν καὶ ἡμεῖς οἱ ταῖς αὐτῶν ἀκτῖσιν αὐγαζόμενοι καὶ τοῖς τρόποις τελειώσεως ἀκολουθοῦντες, χαρμοσύνως μέλψωμεν τὸν Κύριον βοῶντες· Χριστὸς ἀνέστη ἐκ νεκρῶν θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
 
Εἰς τὸν Στίχον.
Πρῶτον το Αναστάσιμον τοῦ δ᾽ ἤχου καὶ εἶτα τοῦ Πάσχα.
Κύριε, ἀνελθὼν ἐν τῷ Σταυρῷ, τὴν προγονικὴν ἡμῶν κατάραν ἐξήλειψας καὶ κατελθὼν ἐν τῷ ῞Αδῃ, τοὺς ἀπ᾽ αἰῶνος δεσμίους ἠλευθέρωσας, ἀφθαρσίαν δωρούμενος τῶν ἀνθρώπων τῷ γένει· διὰ τοῦτο ὑμνοῦντες δοξάζομεν τὴν ζωοποιόν καὶ σωτήριόν σου ἔγερσιν.
 
Στίχ. ᾿Αναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Πἀσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται· Πάσχα καινόν, ἅγιον· Πάσχα μυστικόν
· Πάσχα πανσεβάσμιον· Πάσχα Χριστὸς ὁ Λυτρωτής· Πάσχα ἄμωμον· Πάσχα μέγα· Πάσχα τῶν πιστῶν· Πάσχα τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν· Πάσχα, πάντας ἁγιάζον πιστούς.

 Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ΄ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.

Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὦ Πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε Ἀποστόλοις. 
 
Δόξα. Ήχος πλ
Τὴν τοῦ Κυρίου λαμπροφόρον ἀνάστασιν καί ῞Αδου τὴν καθαίρεσιν ἑορτάζοντες τοὺς ἐν Σινᾷ ἐκλάμψαντας ἁγίους γεραίρομεν· οὗτοι γὰρ ὡς Θεοῦ οἰκεῖοι καὶ καθαροὶ τῇ καρδίᾳ
δωρεῶν παρ' αὐτοῦ ἐπλήσθησαν, ἂς ἡμῖν ἅπασι δαψιλῶς ἀπονέμουσι· καὶ διηνεκῶς Θεῷ πρεσβεύουσιν, ὡς αὐτοῦ φίλοι γνήσιοι, ὑπὲρ τῶν τελούντων αὐτῶν τὴν πάμφωτον σύναξιν
ψαλμοῖς τε καὶ ᾄσμασι.

Καὶ νῦν. Ὁ αὐτός
Αναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν, ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· συγχωρήσωμεν πάντα τῇ ᾿Αναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι
ζωήν χαρισάμενος.
 
Χριστὸς ἀνέστη ... καὶ τὸ ᾿Απολυτίκιον τῶν Ἁγίων.
Απολυτίκιον.
Ἦχος α'. Τῆς ἐρήμου πολίτης.
Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.
Εν Σινᾷ τῷ ἁγίῳ διαφόροις ἐν ἔτεσι καὶ ἐν Ῥαϊθῷ ὑπὲρ φύσιν ἐν σαρκὶ ἠγωνίσασθε, Πατέρων τῶν ὁσίων ἡ πληθὺς καὶ δῆμος θεοφόρων ἀσκητῶν. Διὰ τοῦτο εὐφημοῦμεν πάντας ὑμᾶς συμφώνως ἀνακράζοντες Δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι᾽ ὑμῶν πᾶσιν ἰάματα.
 
Ἕτερον. Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον.
Ανελθεῖν τοὺς μοχθήσαντας θείαν κλίμακα τῶν ἀρετῶν ἐν ἐρήμῳ τῇ δυσπροσίτῳ Σινᾶ
ἀγωγῇ θεοφιλεῖ πιστῶς τιμήσωμεν, δῆμον Πατέρων θεαυγῶν καὶ ἀλκίμων ᾿Αθλητῶν,
βοῶντες· φανοὶ σοφίας, φωτοειδεῖς Σιναῖται, ἡμῶν κακίας σκότος λύσατε.
 
Καὶ πάλιν τὸ Χριστὸς ἀνέστη.
᾿Απόλυσις.
 
Ἐὰν ἡ Σύναξις τῶν Ἁγίων ἑορτασθῇ κατ᾿ ἐξαίρεσιν ἐκτὸς τῆς Διακαινησίμου Ἑβδομάδας, ψάλλονται τὰ ἑξῆς ἀπόστιχα:
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, τῶν προφητῶν κορυφή, θεόπτα μάκαρ, Μωϋσῆ ἀξιάγαστε, ἐν ὄρει Χωρὴβ τὰς δέκα λαβὼν Θεοῦ ἐντολὰς καὶ τὴν βάτον πάλαι ἐξιστάμενος ἰδὼν τὴν πυράφλεκτον προτυποῦσαν τὴν πάναγνον Θεοῦ Μητέρα, Ααρὼν ὑπερένδοξε, Ἰησοῦ Ναυή, τῶν ἐχθρῶν ἡ κατάπτωσις, ἔνσαρχε ὄντως ἄγγελε, Θεσβίτα θεόληπτε, ὦ Ηλιοὺ καὶ Μαρία, τοῦ Μωϋσέως αὐτάδελφε, πιστοῖς καταπέμψαι τὸν Χριστὸν ἐκδυσωπεῖτε κατ᾽ ἄμφω δύναμιν.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Αγίοις αὐτοῦ.
Xαίροις, Αἰκατερίνα σεπτή, ἀναιρεθέντων ἀσκητῶν τεσσαράκοντα χορεῖαι πνευματοφόροι
Σιναίου καὶ Ῥαϊθώ, Νεῖλε, πάτερ θεῖε, ᾿Αναστάσιε, Γρηγόριε πάνσοφε προσευχῆς οἰκητήριον, χαρίτων σκεῦος, Ἰωάννη τῆς Κλίμακος, ζεῦγος πάναγνον, Γαλακτίων ἀήττητε
καὶ Επιστήμη εὔψυχε, Σινᾶ ὡραίσματα καὶ προμηθεῖς καὶ ἐπόπται καὶ ἀντιλήπτορες ἔνθερμοι· Χριστὸν δυσωπεῖτε ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
 
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Xαίροις, Σινᾶ, Φαράν, Ῥαϊθώ, Πετραίας πάσης Αραβίας ἡ ἔρημος, ἀνθίσασα θεοσόφους
ὁσίους καὶ ἀθλητὰς ἐν τῆς γῆς σπηλαίοις καὶ ὀάσεσιν· αὐτῶν κατορθώματα ἀγωγῆς τῆς θεόφρονος καὶ τοὺς ἀγῶνας μαρτυρίου γεραίροντες ἀνακράζομεν· Σιναῖται περίδοξοι,
λείρια εὐωδέστατα διπλῆς ἀγαπήσεως τῆς πρὸς Θεὸν καὶ τὸν πέλας, ἡμᾶς ἀπαύστως ἡδύνετε τοὺς ὀσφραινομένους εὐωδίας τῆς ἀμώμου ὑμῶν βιώσεως.
 
 
ΕΝ ΤΩ ΟΡΘΡΩ*
Ὁ Ἱερεύς· Δόξα τῇ ῾Αγίᾳ... καὶ τὸ Χριστὸς ἀνέστη κατὰ τὴν τάξιν τοῦ Πάσχα. Εἶτα τὰ Εἰρηνικά.
 
*Ἐὰν ἡ Σύναξις τῶν Ἁγίων ἑορτασθῇ κατ' ἐξαίρεσιν ἐκτὸς τῆς Διακαινημου Ἑβδομάδος, ψάλλονται τὰ ἑξῆς καθίσματα:
 
Μετὰ τὴν α' στιχολογίαν.
Ἦχος α'. Τὸν τάφον σου, Σωτήρ.
Σιναίου ἀρωγούς, προμηθεῖς, πολιούχους, ὑψόθεν τοὺς καλῶς ἐποπτεύοντας πάντας
πιστοὺς μαχαρίσωμεν καὶ βοήσωμεν· ῞Αγιοι, διανύσαντες τῆς ἀρετῆς τρίβους, χάριν
καταπέμψατε ἡμῖν Χριστοῦ, οὗ τῆς δόξης νῦν πέλετε μέτοχοι.
 
Δόξα. Τὸ αὐτό
Καὶ νῦν. Ὅμοιον

Ανάστασιν Χριστοῦ τοῦ Σωτῆρος ὑμνοῦντες καὶ λύτρωσιν Ἀδὰμ ἐκ τοῦ ῞Αδου κευθμώνων
κραυγάζομεν· Δέσποινα, τῆς χαρᾶς ἡμῶν πρόξενε, τὸ ἐπώνυμον τοῦ ἀναστάντος σου τόκου γένος λύτρωσαι κινδύνων, πάσης ἀνάγκης καὶ βλάβης τοῦ ὄφεως.
 
Μετὰ τὴν β' στιχολογίαν.
Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον.
Τὴν Κυρίαν Παρθένον ὡς Βάτον ἄφλεκτον, ἣν ὁ θεόπτης κατεῖδε Μωσῆς ποτὲ ἐν Σινᾷ,
προσκυνοῦντες καὶ πιστῶς κατασπαζόμενοι Αἰκατερίνας τὴν σορὸν τῶν λειψάνων, Ασκητάς, Προφήτας καὶ ᾿Αθλοφόρους, τοὺς Σιναΐτας, ὑμνοῦμεν καὶ τὰς λιτὰς αὐτῶν αἰτούμεθα.
 
Δόξα. Τὸ αὐτό.
Καὶ νῦν. Ομοιον.

Ἦχος πλ. α'. Τὸν Συνάναρχον Λόγον.
Οἰκονόμος Σιναίου Μονῆς θεόσδοτος τῆς ὡς πυράφλεκτον Βάτον σὲ ἀνυμνούσης ἀεί,
Θεοτόκε Οἰκονόμα, πέλεις, Δέσποινα· σῇ γὰρ προνοίᾳ ἐν λιμῷ ᾠκονόμησας τροφὰς
πρὸς θρέψιν λιμοκτονούντων ἀζύγων· ὅθεν σε πάντες ἀξιοχρέως μεγαλύνομεν.
 
Μετὰ τὸν Πολυέλεον, τὸ ἑξῆς:
Ἦχος γ'. Τὴν ὡραιότητα.
Ως ἄστρα πάμφωτα τοὺς διαλάμψαντας σεπταῖς ἀσκήσεσι καὶ ἀγωνίσμασιν ἐν τῇ Φαράν, τῇ Ῥαϊθῷ καὶ πάσῃ τῇ γῇ Σιναίου ἀσκητὰς θεόφρονας, ἀθλητὰς γενναιόφρονας,
ἐν ποικίλοις ἔτεσι μαχαρίσωμεν κράζοντες· Χριστὸν ἐκδυσωπεῖτε τὰ σχότη, θεῖοι, ἡμῶν παθῶν διῶξαι.
 
Δόξα. Τὸ αὐτό.
Καὶ νῦν. ῞Ομοιον.
Τὴν σκοτισθεῖσάν μου ψυχὴν καταύγασον φωτὶ τῆς χάριτος τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε, Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.
 
Οἱ Αναβαθμοί.
Τὸ α΄ Αντίφωνον τοῦ δ᾽ ἤχου καὶ τὸ Προκείμενον
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ῾Αγίοις αὐτοῦ.
Στίχ. Τοῖς ῾Αγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον τὸ ὁσιακόν: (Λουκ. στ΄ 17-27).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ...

Ἀνάστασιν Χριστοῦ θεασάμενοι...
Δόξα. Ταῖς τῶν σῶν ῾Αγίων πρεσβείαις, ἐλεῆμον, ...
Καὶ νῦν. Ταῖς τῆς θείας Βάτου πρεσβείαις, ἐλεῆμον, ...
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
 
Ἰδιόμελον. Ἦχος β΄.
Λελαμπρυσμένοι ταῖς χάρισιν ἀμέμπτου πολιτείας διὰ παντὸς χοροβατεῖτε ἐν τῇ ἄνω πόλει, Σιναῖται ἅγιοι· καὶ ἁπάντων τῶν μαρτύρων, δικαίων καὶ ὁσίων χοροῖς συνόντες ἀπαύστως πρεσβεύετε σῴζεσθαι βλάβης τοὺς ὑμᾶς γεραίροντας.
 
Σῶσον, ὁ Θεός, τὸν λαόν σου ...
Ἐλέει καὶ οἰκτιρμοῖς ...
 
Εἶτα οἱ Κανόνες τοῦ Πάσχα καὶ τῶν Ἁγίων.
 
Κανὼν τοῦ Πάσχα.
Ωδὴ α΄. Ἦχος α΄. Ὁ Εἱρμός.
 
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.
 
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τῷ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες.
 
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος· Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.

Κανὼν τῶν Αγίων, οὗ ἡ ἀκροστιχίς.
«Πατέρων διαλαμψάντων ἐν τῷ Σινᾷ ἐπαινῶ ἀρετάς. Χ.»
 
Ωδή α. Ἦχος α'. Αναστάσεως ἡμέρα.
῞Αγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ποικιλώνυμον χορείαν ἀσκητῶν τοῦ Σινά, Σῶτερ, ἐκθύμως στέψαι ᾀσμάτων ἄνθεσι λαμπρῶς ὡς ἐρήμου διαυγεῖς ἀδάμαντας καταξίωσον τὸν ἄμουσον δυσωπῶ σε, οἰκέτην σου.

῞Αγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ααρὼν τοῦ Μωϋσέως τὸν σεπτὸν ἀδελφὸν καὶ τὸν δενδρίτην πάντες φωσφόρον ἀναχωρητὴν ἐπαινέσωμεν φαιδρῶς, ᾿Αβραάμιον, προσευχῆς τὸ ἐργαστήριον
καὶ στερήσεων μέλαθρον.
 
῞Αγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
T
ὴν σοφὴν Αἰκατερίναν, πολιοῦχον Σινᾶ καὶ ἀθληφόρων κλέος, τῆς εὐγλωττίας τὸν φανὸν
καὶ παιδείας ἐν Χριστῷ
τὸ ἄστρον τὸ παμφαέστατον τιμήσωμεν ἐν εὐήχοις μελίσμασιν.
 
Δόξα Πατρί ...
Εὐσχημόνως μονοτρόπων εὐκλεῶν Ῥαϊθὼ μέλψωμεν τὸν φωστῆρα, ἀββᾶ φιλάρετον Αμμοῦν καὶ προΐστορα μονῆς Σινᾶ, προοράσεως ἀκρώρειαν, εὐλαβῆ Αναστάσιον.
 
Καὶ νῦν...
Θεοτοκίον.
Ρὕστις ἄγρυπνος τῆς μάνδρας τοῦ Σινᾶ ἐκ φθορᾶς καὶ τοῦ Βελίαρ βλάβης, ὑπάρχεις, Μῆτερ τοῦ Θεοῦ, ἣν κατεῖδε Μωϋσῆς ὡς Βάτον ποτὲ πυράφλεκτον, Δέσποινα, τοῦ φωτὸς οἰκητήριον.
 
Καταβασία: Αναστάσεως ἡμέρα ...
Χριστὸς ἀνέστη ...
᾿Αναστὰς ὁ Ἰησοῦς ...
Συναπτὴ καὶ ἐκφώνησις. Ὅτι σὸν τὸ κράτος ....
 
Κανὼν τοῦ Πάσχα,
Ωδὴ γ΄. Ὁ Εἱρμός.
Δεὔτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγὴν ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ καὶ τὰ καταχθόνια· ἑορταζέτω γοῦν πᾶσα κτίσις τὴν ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται.
 
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε,
Χθὲς συνεθαπτόμην σοι, Χριστέ, συνεγείρομαι σήμερον ἀναστάντι σοι· συνεσταυρούμην σοι χθές· αὐτός με συνδόξασον, Σωτήρ, ἐν τῇ βασιλείᾳ σου.

Καὶ νῦν...
Θεοτοκίον.
Άφλεκτον ὡς Βάτον ἐν πυρὶ Μωϋσῆς σε προέγνω, Θεογεννήτρια· σὺ γὰρ θεότητος πῦρ ἐδέξω, Παρθένε, ἐν γαστρὶ τὸ μὴ κατακαῦσάν σε.
 
Καταβασία: Δεῦτε πόμα ...
Χριστὸς ἀνέστη ... τρίς.
᾿Αναστὰς ὁ Ἰησοῦς ....
Συναπτὴ καὶ ἐκφώνησις. Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν ...
 
Ἡ Υπακοὴ τοῦ Πάσχα.
Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ ἀγγέλου· Τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα μετὰ νεκρῶν τί ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα· δράμετε καὶ τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος θανατώσας τὸν θάνατον· ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τὸ γένος τῶν ἀνθρώπων.
 
Τὸ Κοντάκιον τοῦ Πάσχα.
Εἰ καὶ ἐν τάφῳ κατῆλθες, ἀθάνατε, ἀλλὰ τοῦ ῞Αδου καθεῖλές τὴν δύναμιν καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ μυροφόροις φθεγξάμενος, Χαίρετε, καὶ τοῖς σοῖς ἀποστόλοις εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

῾Ο Οἶκος.
Τὸν πρὸ ἡλίου Ἥλιον δύναντά ποτε ἐν τάφῳ, προέφθασαν πρὸς ὄρθρον, ἐκζητοῦσαι ὡς ἡμέραν, μυροφόροι κόραι καὶ πρὸς ἀλλήλας ἐβόων· Ω φίλαι, δεῦτε τοῖς ἀρώμασιν ὑπαλείψωμεν σῶμα ζωηφόρον καὶ τεθαμμένον· σάρκα ἀνιστῶσαν τὸν παραπεσόντα ᾿Αδάμ, κείμενον ἐν τῷ μνήματι· ἄγωμεν, σπεύσωμεν ὥσπερ οἱ μάγοι, καὶ προσκυνήσωμεν καὶ προσκομίσωμεν τὰ μῦρα ὡς δῶρα τῷ μὴ ἐν σπαργάνοις, ἀλλ' ἐν σινδόνι ἐνειλημένῳ· καὶ κλαύσωμεν καὶ κράξωμεν· Ω Δέσποτα, ἐξεγέρθητι, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.
 
* Ἐὰν ἡ Σύναξις τῶν Ἁγίων ἑορτασθῇ κατ' ἐξαίρεσιν ἐκτὸς τῆς Διακαινησίμου Ἑβδομάδος, ψάλλεται τὸ ἑξῆς κάθισμα:
 
Ἦχος γ'. Θείας πίστεως.
Δἦμε πάντιμε σεπτῶν Ὁσίων, θεῖον σύνταγμα κλεινῶν Μαρτύρων, θεοφθόγγων Προφητῶν ἡ ὁμήγυρις καὶ Θεοτόκε, Βάτε ὄντως πυράφλεκτε, Σιναίου Ὄρους προστάται καὶ πρόμαχοι,
μὴ ἐλλίπητε Χριστὸν δυσωποῦντες πάντοτε δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
 
Δόξα. Τὸ αὐτό.
Καὶ νῦν. Ὅμοιον.
Δεὔτε, ἅπαντες ἐν τῷ Σιναίῳ ἀσπασώμεθα τὴν Θεοτόκον ὥσπερ Βάτον ἐν πυρὶ ἀκατάφλεκτον ἀναβοῶντες· τὸ πῦρ τῆς Θεότητος, ἡ μὴ φλεχθεῖσα, δεχθεῖσα ἐν μήτρα σου
καθικέτευε Χριστὸν κατασβέσαι καύσωνα ἡμῶν ἀνομιῶν ἀπείρων, Δέσποινα.

Κανὼν τοῦ Πάσχα.
Ωδὴ δ΄. Ὁ Εἱρμός.
Επὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος ᾿Αββακούμ στήτω μεθ' ἡμῶν καὶ δεικνύτω φαεσφόρον ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Αρσεν μὲν ὡς διανοῖξαν τὴν παρθενεύουσαν νηδύν πέφηνε Χριστός· ὡς βρωτὸς δέ, ἀμνὸς προσηγόρευται· ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα· καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται.
 
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ως ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν στέφανος χρηστός, ἑκουσίως ὑπὲρ πάντων τέθυται, πάσχα τὸ καθαρτήριον· καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.
 
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ο θεοπάτωρ μὲν Δαυΐδ πρὸ τῆς σκιώδους κιβωτοῦ ἥλατο σκιρτῶν· ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος τὴν τῶν συμβόλων ἔκβασιν ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς
ὡς παντοδύναμος.
 
Κανὼν τῶν Ἁγίων.
Ωδὴ δ΄. Ἐπὶ τῆς θείας φυλακῆς.
 
῞Αγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Λαμπάς, ὦ Σάββα παμφαής τῆς ἐν Χριστῷ διαλλαγῆς καὶ Βενιαμὶν σὺν τῷ Δόμνῳ, θεοφόροι μάρτυρες, καὶ ἀριστεῖς τῆς πίστεως, Κύριον δυσωπεῖτε ἀπαύστως ὑπὲρ ἡμῶν τὰ λαμπρά ὑμνούντων σκάμματα.
 
῞Αγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Αγνείας ζεῦγος ἱερόν, τὸν Γαλακτίωνα πιστῶς καὶ τὴν Ἐπιστήμην ὡς θείων ἀθλοφόρων ἔκτυπα καὶ ἀσκουμένων μάργαρα ᾄσωμεν, τοὺς ἱδρώτων ῥανίσι καὶ τῶν αἱμάτων ῥοαῖς
Σινᾶ πιάναντας.

῞Αγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Mονῆς ἐπλήρωσας Σινᾶ ἐλαίου πίθους θαυμαστῶς καὶ ὑπερφυῶς προσκυνῆσαι εἰς Ἱεροσόλυμα μετέβης καὶ μετέλαβες τοῦ μυστηρίου Θεοῦ σαφῶς, Γεώργιε.
 
Δόξα Πατρί ...
Ψαλμοῖς τετράδα ἱεροῖς τῶν Γεωργίων τοῦ Σινᾶ προσευχῆς κοσμήτορι τῆς νοερᾶς καὶ στέμματι ὑψιπετῶν ἀσκητῶν ψαλμῶν τοῖς ἄνθεσι.
 
Καὶ νῦν…
Θεοτοκίον.
Αἰχμαλωσίας τῶν παθῶν ἐκλύτρωσαί με, ἀγαθή, καὶ ζωῆς ἀλήκτου τρυφῆσαι ἐν Ἐδὲμ ἀξίωσον τὸν σὸν οἰκέτην, Δέσποινα, ἣν προετύπου σαφῶς Βάτος ἡ ἄφλεκτος.
 
Καταβασία: Ἐπὶ τῆς θείας φυλακῆς ...
Χριστὸς ἀνέστη ... τρίς.
᾿Αναστὰς ὁ Ἰησοῦς ...
Συναπτὴ καὶ ἐκφώνησις. Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος...
 
Κανὼν τοῦ Πάσχα.
Ωδὴ ε΄. Ὁ Εἱρμός.
Ορθρίσωμεν ὄρθρου βαθέος καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσωμεν τῷ Δεσπότῃ· καὶ Χριστὸν ὀψόμεθα δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
 
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν οἱ ταῖς τοῦ ῞Αδου σειραῖς συνεχόμενοι δεδορκότες,
πρὸς τὸ φῶς ἠπείγοντο, Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον.
 
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Προσέλθωμεν λαμπαδηφόροι τῷ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς Νυμφίῳ,
καὶ συνεορτάσωμεν ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.
 
Κανὼν τῶν Ἁγίων.
Ωδὴ ε΄. Ὀρθρίσωμεν ὄρθρου βαθέος.
῞Αγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Νεκρώσατε πάθη σαρκίου, Δουλᾶ, Σιναίου προϊστορ, πραότητος ἐκμαγεῖον, τῆς Φαρὰν εὐπρέπεια, ὦ Δανιὴλ πανθαύμαστε καὶ Δουλᾶ, ἄλλε πάνσοφε.
 
῞Αγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τἦν ἄνασσαν πάντες Ἑλένην ὡς τοῦ τεμένους τῆς Βάτου δομήτορα καὶ τοῦ πύργου
εὐκλεῆ γεραίρομεν, οἱ ἐν Σινᾷ ἀσκούμενοι καὶ τῶν μιγάδων οἱ σύλλογοι.
 
῞Αγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ως ἔγκλειστος ἤνυσας βίον θεοτερπῆ, τοῦ Στεφάνου τοῦ μάκαρος θεῖε φίλε, πάτερ Ἐπιφάνιε, καὶ ἐν Σινᾷ τετέλεκας τὸν σὸν ἀγῶνα, Εὐθύμιε.
 
Δόξα Πατρί...
Nῦν ὕμνοις, Εὐσέβιε πάτερ, τῆς Ῥαϊθὼ κοσμιότης σὺν μάρτυρι Εὐσεβίῳ ἐν Θολᾷ ἀθλήσαντι καὶ Ζαχαρίᾳ μέλπομεν ἅμα στεῤῥόφρονι Ζήνωνι.
 
Καὶ νῦν…

Θεοτοκίον.
Ελέους πηγή, Θεοτόκε, τὸν ὑπεράγιον τόπον τῆς Βάτου τῆς πυραφλέκτου προσκυνοῦντες κράζομεν· ἡμῶν παθῶν κατάστειλον φλόγα δυνάμει τῇ θείᾳ σου.
 
Καταβασία: Ὀρθρίσωμεν ὄρθρου βαθέος ...
Χριστὸς ἀνέστη ... τρίς.
᾿Αναστὰς ὁ Ἰησοῦς ...
Συναπτὴ καὶ ἐκφώνησις. Ὅτι ἡγίασται καὶ δεδόξασται ...
 
Κανὼν τοῦ Πάσχα.
Ωδή στ΄. Ὁ Εἱρμός,
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων, Χριστέ· καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.
 
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Φυλάξας τὰ σήμαντρα σῷα, Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος ἐν τῷ τόκῳ σου· καὶ ἀνέωξας ἡμῖν Παραδείσου τὰς πύλας.

Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Σῶτέρ μου, τὸ ζῶν τε καὶ ἄθυτον ἱερεῖον, ὡς Θεὸς σεαυτὸν ἑκουσίως προσαγαγὼν τῷ Πατρί, συνανέστησας παγγενῆ τὸν ᾿Αδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.

Κανὼν τῶν Ἁγίων.
Ωδὴ στ΄. Κατῆλθες ἐν τοῖς κατωτάτοις.
῞Αγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Nῦν ᾄδω τὸν ἐν τῷ Χωρὴβ Ἠλιοὺ ὡς λεπτὴν ἰδόντα αὔραν τὸν Κτίστην, τὸν θεῖον ἐν τῇ ᾿Αζῇ Ἠλιού, τὸν Ἡσύχιον, Χωρηβίτην θαυμαστὸν καὶ σεπτὸν Ἡσαΐαν.
 
῞Αγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τὁ ζεῦγος θείων Θεοδούλων τιμῶ σὺν χορείᾳ τῇ σεπτῇ ᾿Ανωνύμων μαρτύρων τῆς Ῥαϊθὼ καὶ Σινᾶ, τὸν Θεόδωρον καὶ σοφὸν πνευματικὸν τὸν Ἰγνάτιον Κρῆτα.
 
῞Αγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ωρ θεῖον, Ψώην εὐσταλῆ ἀθλητήν, Ἰησοῦν Ναυῆ, σεπτὸν Χριστοφόρον, Λογγῖνον σημειοφόρον φαιδρῶς ἀναμέλψωμεν σὺν Στεφάνῳ, Μαλωχᾶ οἰκιστῇ πανοσίῳ.
 
Δόξα Πατρί...
Στεφάνου πόνους ἐξυμνῶ ἐν Χωρὴβ προσκυνῶν αὐτοῦ τὸ ἄφθαρτον σκῆνος δη, καὶ ᾄδω Ἱερεμίαν λαμπρῶς καὶ τῆς Κλίμακος Ἰωάννην τὸν σοφὸν καὶ σεπτὸν συγγραφέα.
 
Καὶ νῦν…
Θεοτοκίον.
Ισχύν μοι δίδου κατ᾽ ἐχθροῦ μιαροῦ πολεμοῦντός με ἀεί, Θεοτόκε, εὐχῆς με τῆς νοερᾶς ἐραστὴν σὺ δεικνύουσα καὶ βλυστάνουσα πηγὰς δαψιλῶς μοι δακρύων.
 
Καταβασία: Κατῆλθες ἐν τοῖς κατωτάτοις ...
Χριστὸς ἀνέστη ...τρίς,
᾿Αναστὰς ὁ Ἰησοῦς ...
Συναπτὴ καὶ ἐκφώνησις. Σὺ γὰρ εἶ ὁ βασιλεύς ...
 
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τοὺς ἑαυτοὺς ἐν τῷ Σιναίῳ ταπεινώσαντας ὑπακοῇ τοὺς ὑψωθέντας καὶ παλαίσμασι, τοῦ σεμνείου πολιούχους καὶ ἀκέστορας, προμηθεῖς τῆς πανευφήμου Αἰκατερίνης ἀθλοφόρους καὶ ὁσίους καταστέψωμεν ὕμνοις κράζοντες· Χαίροις, πάνσεπτος σύναξις.
 
Ὁ Οἶκος.

'Απαντας Σιναΐτας ἀθλητὰς καὶ ὁσίους δεῖ ᾄσμασι κοινοῖς ἀναμέλπειν· ἀκραιφνεῖς ἀρετῆς ἐραστὰς ἑκατέρου φύλου ἐν Χωρὴβ λάμψαντας ἀνίκμῳ γῇ, τιμήσωμεν βοῶντες πρὸς αὐτοὺς τοιαῦτα· Χαίρετε, ὅσιοι φωτοφόροι, χαίρετε, ὄλβιοι ἀθλοφόροι· Χαῖρε, προφητῶν πανενδόξων τὸ ἄθροισμα, χαῖρε, εὐσταλῶν ἀθλητῶν θεῖον σύνταγμα· Χαῖρε, κῆπε εὐωδέστατε, φέρων ῥόδα προσευχῆς, χαῖρε, λύχνε παμφαέστατε, φῶς ἐκπέμπων ἀρετῆς·
Χαῖρε, δῆμος πατέρων ἀγωγῆς φιλοθέου, χαῖρε, κόσμος ἐρήμου τιμαλφὴς τοῦ Σιναίου·
Χαῖρε, πληθὺς πατέρων ἰσάγγελος, χαῖρε, πυξὶς ἀλάνθαστος νήψεως· Χαίρετε, κανόνες σοφίας, χαίρετε, λειμῶνες νηστείας· Χαίροις, πάνσεπτος σύναξις.
 
Συναξάριον τοῦ Μηναίου καὶ
 
Τῇ ἢ αὐτῇ ἡμέρᾳ Τετάρτῃ τῆς Διακαινησίμου τὴν Σύναξιν τῶν Σιναϊτῶν ἁγίων ἐπιτελοῦμεν· τῆς χορείας τῶν πρὸ ἀθλοφόρων καὶ ὁσίων, ἀνδρῶν καὶ γυναικῶν, τῶν ἐν διαφόροῖς συντόνῳ ἀσκήσει ἢ μαρτυρίῳ Χριστῷ εὐαρεστησάντων
 
Στίχοι.
Θεοεικέλους Σιναΐτας ὁσίους καὶ ἀθλητὰς ᾄσμασι κοινοῖς δεῖ μέλπειν.
 
Αποδίδοντες τιμὴν εἰς τὴν ἁγίαν Βάτον, ἥτις προετύπου τὴν ὑπεραγίαν Θεστόχον, τιμῶμεν τὴν μνήμην τῶν ἑξῆς ἁγίων, προφητῶν, μαρτύρων καὶ ὁσίων ἀπ᾽ ἀρχῆς ἕως ἐσχάτων, ὧν τὰ ὀνόματα τίθενται κατ' ἀλφάβητον. ῎Αξιόν ἐστι μνησθῆναι καὶ τῶν μακαρίᾳ τῇ λήξει γενομένων εὐσεβῶν αὐτοκρατόρων Ιουστινιανοῦ καὶ Θεοδώρας, κτιτόρων τῆς ἱερᾶς τοῦ Σινᾶ Μονῆς.
 
αρὼν τοῦ Προφήτου, ἀδελφοῦ κατὰ σάρκα τοῦ προφήτου Μωϋσέως.
βρααμίου τοῦ δενδρίτου.
Αἰκατερίνης τῆς μεγαλομάρτυρος, πολιούχου τῆς ἱερᾶς μονῆς Σινά.
μμοῦν τοῦ ὁσίου ἀββᾶ τῆς Ῥαϊθώς
Ἀναστασίου τοῦ ἡγουμένου τῆς μονῆς Σινά, τοῦ ὁμολογητοῦ καὶ Πατριάρχου ᾿Αντιοχείας χρηματίσαντος.
ναστασίου τοῦ ἱερομάρτυρος, διαδόχου ἐν τῇ ἡγουμενίᾳ τοῦ ὡς ἄνω συνωνύμου αὐτοῦ καθὼς καὶ ἐν τῇ Πατριαρχίᾳ καὶ σφοδροῦ πολεμίου τῶν Μονοφυσιτῶν.
ναστασίου τοῦ ἐν Ῥαϊθῷ ἀσκήσαντος.
ναστασίου τοῦ ἀσκητοῦ, συγγραφέως τῶν «Διηγήσεων περὶ τῶν Σιναϊτῶν Πατέρων».
νατολίου τοῦ ἐκ Ῥαϊθώ, τοῦ Ἱεροσολυμίτου.
νδρέου τοῦ ἀββᾶ τῆς Ῥαϊθώ, τοῦ δαιμόνια ἐκβαλόντος.
νωνύμων ὁσιομαρτύρων τῶν ἐν Σινᾷ καὶ Ῥαϊθῷ ἀναιρεθέντων,
νωνύμων δύο αὐταδέλφων διδύμων, ἐκ Κωνσταντινουπόλεως ὁρμωμένων,
νωνύμων τριῶν, ὧν ἁλιεῖς Φαρανῖται ἀνεῦρον ἐν σπηλαίῳ τὰ ἱερὰ λείψανα, τὰ καταπαύσαντα τὸν κλύδωνα τῆς θαλάσσης.
νωνύμων ἀοράτων ἀσκητῶν ἐν ἐρήμῳ Σίδδῃ.
νωνύμων δύο εὐγενῶν αὐταδέλφων ἀσκητῶν.
νωνύμων τριῶν ἀοράτων ἀσκητῶν τοῦ ᾿Αρανδουλᾶ,
νωνύμων δύο ἀοράτων γυμνιτευόντων ἀσκητῶν.
νωνύμου δενδρίτου ἀσκητοῦ.
νωνύμου ἀσκητοῦ τοῦ ἐν Σίδδῃ.
νωνύμου γυμνιτεύοντος ἀσκητοῦ.
νωνύμου μάρτυρος ἐκ τῶν ἀναιρεθέντων, γόνου τῆς Φαράν.
Βενιαμὶν ἀββᾶ τῆς Αἰλίμ, μάρτυρος ἐκ τῶν ἀναιρεθέντων.
Γαλακτίωνος μάρτυρος, συζύγου τῆς ἁγίας Επιστήμης.
Γελασίου ὁσίου, μαθητοῦ ὁσίου Ἰωσὴφ τοῦ Ῥαϊθηνοῦ.
Γεωργίου ὁσίου τοῦ ᾿Αρσελαΐτου, ἡγουμένου χρηματίσαντος τῆς μονῆς τοῦ Σινᾶ, καὶ ὑπερφυῶς τοὺς πίθους τῆς Μονῆς ἐλαίου πλήσαντος.
Γεωργίου καθηγουμένου τῆς μονῆς τοῦ Σινᾶ, ἀδελφοῦ κατὰ σάρκα τοῦ ἁγίου Ιωάννου τῆς Κλίμακος.
Γεωργίου τοῦ Βυζαντίου τοῦ ἀσκήσαντος μετά τοῦ μαθητοῦ αὐτοῦ Γεωργίου ἐν τινι νήσῳ τῆς Ἐρυθρᾶς θαλάσσης.
Γεωργίου τοῦ Φαρανίτου, μαθητοῦ τοῦ ὡς ἄνω ὁσίου Γεωργίου.
Γεωργίου ὁσίου τοῦ Γαδημήτου.
Γρηγορίου τοῦ Σιναΐτου τοῦ ἡσυχαστοῦ καὶ ἐραστοῦ τῆς νοερᾶς προσευχής.
Δανιὴλ τοῦ Φαρανίτου.
Δόμνου τοῦ ὁσιομάρτυρος ἐκ τῶν ἀναιρεθέντων.
Δουλᾶ ὁσίου καθηγουμένου τῆς μονῆς τοῦ Σινᾶ.
Δουλᾶ πρεσβυτέρου, καθηγουμένου τῆς μονῆς τοῦ Σινά,
Ελένης τῆς βασιλίδος τῆς μητρὸς τοῦ Μεγάλου Κωνσταντίνου, τῆς κτισάσης ναὸν ἐπὶ τῆς Βάτου καὶ τὸν πύργον τῆς Μονῆς.
Ἐλισσαίου τοῦ ᾿Αρμενίου.
Ἐπιστήμης μάρτυρος, συζύγου τοῦ ἁγίου Γαλακτίωνος.
Ἐπιφανίου ὁσίου τοῦ ἐγκλείστου.
Εὐθυμίου Πατριάρχου Ἱεροσολύμων.
Εὐσεβίου μάρτυρος ἐκ τῶν ἀναιρεθέντων.
Ζαχαρίου ὁσίου τοῦ ἐν Σινᾷ καὶ ἐν Γεράροις ἀσκήσαντος.
Ζήνωνος ὁσίου τοῦ σημειοφόρου.
Ἠλιοὺ προφήτου τοῦ Θεσβίτου.
Ἠλιοὺ τοῦ μάρτυρος ἐκ τῶν ἀναιρεθέντων,
Ἡσαΐου τοῦ μάρτυρος ἐκ τῶν ἀναιρεθέντων.
Ἡσυχίου ὁσίου τοῦ Χωρηβίτου,
Ἡσυχίου τοῦ καθηγουμένου τῆς μονῆς τῆς Βάτου.
Θεοδούλου ὁσίου, υἱοῦ τοῦ ὁσίου Νείλου τοῦ Σιναΐτου.
Θεοδούλου πρεσβυτέρου, μάρτυρος ἐκ τῶν ἀναιρεθέντων.
Ἰγνατίου τοῦ ἱερομονάχου καὶ πνευματικοῦ, τοῦ ἐκ Ῥεθύμνης Κρήτης ὁρμωμένου.
Ἱερεμίου μάρτυρος ἐκ τῶν ἀναιρεθέντων.
Ἰησοῦ τοῦ Ναυῆ, στενοῦ συνεργάτου καὶ διαδόχου τοῦ Προφήτου Μωυσέως τοῦ στήσαντος τὸν ἥλιον κατά τινα μάχην.
Ἰουλιανοῦ ὁσίου τοῦ ἁπλοῦ, ἀσκήσαντος ἐν τῇ ἁγίᾳ Κορυφῇ, ἔνθα καὶ ναὸν ᾠκοδόμησεν.
Ἰουστινιανοῦ ὁσίου τοῦ βασιλόπαιδος, τοῦ ἀσκουμένου ἐν τῇ σιωπῇ, τοῦ καὶ μεταστάντος.
Ἰσαὰκ μάρτυρος ἐκ τῶν ἀναιρεθέντων,
Ἰωάννου ὁσίου τοῦ συγγραφέως τῆς «Κλίμακος»,
Ἰωάννου ὁσίου τοῦ Κίλικος, ἡγουμένου τῆς λαύρας τῆς Ῥαϊθώ.
Ἰωάννου μάρτυρος ἐκ τῶν ἀναιρεθέντων.
Ἰωάννου ἀρχιεπισκόπου Σινᾶ ἱερομάρτυρος τοῦ ᾿Αθηναίου.
Ιωάννου τοῦ Σαββαΐτου.
Ἰωσήφ τοῦ Ῥαϊθηνοῦ.
Λογγίνου ἢ Ἰσαύρου τοῦ πνευματοφόρου, ἡγουμένου τῆς μονῆς τοῦ Σινά.
Μακαρίου μάρτυρος ἐκ τῶν ἀναιρεθέντων.
Μαριὰμ ἀδελφῆς κατὰ σάρκα τοῦ προφήτου Μωϋσέως.
Μαρίνης ὁσίας τῆς ἐν Ῥαϊθῷ ἀσκησάσης.
Μάρκου ὁσίου, μαθητοῦ τοῦ ἀββᾶ Σιλουανοῦ.
Μάρκου μάρτυρος ἐκ τῶν ἀναιρεθέντων.
Μαρτυρίου ὁσίου, τοῦ Γέροντος τοῦ ὁσίου Ἰωάννου τῆς Κλίμακος,
Ματθαίου ὁσίου τοῦ ἀκτήμονος τοῦ Πελοποννησίου.
Ματθίου ὁσίου τοῦ ἐν ᾿Αρανδουλᾷ.
Ματόου ὁσίου τοῦ πρεσβυτέρου, τοῦ ἐν Ῥαϊθῷ,
Μεγεθίου ἀσκητοῦ, τοῦ ἐν τῇ κοιλάδι τῶν ἁγίων Τεσσαράκοντα
Μιχαὴλ ὁσίου τοῦ Ἰβηρίτου, τοῦ ἐν τῇ ἐρήμῳ τοῦ ᾿Αρσελάου.
Μωϋσέως τοῦ προφήτου.
Μωϋσέως ὁσίου, νηστευτοῦ, τοῦ Φαρανίτου.
Νείλου ὁσίου τοῦ Σιναΐτου.
Νετρᾶ ὁσίου, ἐπισκόπου Φαράν.
Νικάνδρου ὁσίου, νέου ἀσκητοῦ τοῦ Σιναΐτου.
Νίκωνος ὁσίου.
Νιστερώου ὁσίου τοῦ ἐν Ῥαϊθῷ.
Ξοΐου ὁσίου τοῦ Θηβαίου.
Ορεντίου ὁσίου.
Παύλου μάρτυρος ἐκ τῶν ἀναιρεθέντων ἐν τῇ Λαύρᾳ τῆς Ῥαϊθώ, ἧς καὶ ἡγούμενος
ἐχρημάτισεν.
Παύλου μάρτυρος ἐκ τῶν ἀναιρεθέντων.
Πέτρου ὁσίου τοῦ Πιονίτου,
Πρόκλου μάρτυρος ἐκ τῶν ἀναιρεθέντων.
Σάββα μάρτυρος ἐκ τῶν ἀναιρεθέντων,
Σάββα ὁσίου τοῦ Θεσσαλονικέως.
Σεραπίωνος ὁσίου τοῦ ἱερομονάχου καί πνευματικοῦ,
Σεργίου μάρτυρος ἐκ τῶν ἀναιρεθέντων.
Σεργίου ὁσίου τοῦ ἀναχωρητοῦ.
Σιλουανοῦ ὁσιομάρτυρος.
Στεφάνου τοῦ ἐρημίτου, τοῦ ἐν ὄρει Χωρὴβ ἀσκήσαντος.
Στεφάνου ὁσίου τοῦ Βυζαντίου.
Στεφάνου ὁσίου τοῦ Κυπριώτου.
Στεφάνου ὁσίου τοῦ Μαλωχᾶ.
Στρατηγίου ὁσίου τοῦ ἐγκλείστου,
Συμεὼν ὁσίου τοῦ Πενταγλώσσου.
Ὑπατίου μάρτυρος ἐκ τῶν ἀναιρεθέντων,
Φιλοθέου ὁσίου τοῦ Σιναΐτου.
Χριστοφόρου ὁσίου τοῦ Ῥωμαίου.
Ψώου μάρτυρος ἐκ τῶν ἀναιρεθέντων, μαθητοῦ ὁσίου Μωϋσέως τοῦ Φαρανίτου.
Ωρ τοῦ προφήτου.
 
Ταἰς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. ᾿Αμήν,
 
᾿Ανάστασιν Χριστοῦ θεασάμενοι ... ἐκ γ΄. Αναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου ... ἐκ γ΄ καὶ τὰς λοιπὰς ᾠδὰς τοῦ κανόνος.
 
Κανὼν τοῦ Πάσχα.
Ωδὴ ζ΄. Ο Εἱρμός.
Ο παῖδας ἐκ καμίνου ρυσάμενος γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητὸς καὶ διὰ πάθους τὸ θνητὸν ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν πατέρων Θεὸς καὶ ὑπερένδοξος.
 
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Γυναῖκες μετὰ μύρων θεόφρονες ὀπίσω σου ἔδραμον· ὃν δὲ ὡς θνητὸν μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν χαίρουσαι ζῶντα Θεὸν καὶ Πάσχα τὸ μυστικὸν σοῖς, Χριστέ, μαθηταῖς εὐηγγελίσαντο.

Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Θανάτου ἑορτάζομεν νέκρωσιν, Αδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς τῆς αἰωνίου, ἀπαρχήν· καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν πατέρων Θεὸν καὶ ὑπερένδοξον.
 
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ως ὄντως ἱερὰ καὶ πανέορτος αὕτη ἡ σωτήριος νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας τῆς ἐγέρσεως οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς ἐκ τάφου σωματικῶς πᾶσιν ἐπέλαμψεν.
 
Κανὼν τῶν Αγίων.
Ωδὴ ζ΄. Ὁ παῖδας ἐκ καμίνου ρυσάμενος.
 
῞Αγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
N
ικάνδρου, Νιστερώου τὰ σκάμματα, Νετρᾶ, Σεραπίωνος, Ἰουλιανοῦ, σεπτοῦ Ἰουστινιανοῦ, σιωπῇ τοῦ ἐκλάμψαντος, Νείλου τε ὁσίου τῆς Κορυφῆς τῆς ἁγίας καὶ Πρόκλου μέλπω πάντοτε.

῞Αγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ασμένως Ἰωάννην τῆς Κλίμακος, Μαρίναν ἀσκήτριαν, θεῖον Ἰσαάκ, ἀρχιεπίσκοπον Σινᾶ,
᾿Αθηνῶν, Ἰωάννην, τὸ βλάστημα, καὶ ἄλλον τῆς Ῥαϊθὼ Ἰωάννην ὑπερυψῶ μελίσμασιν.

῾Αγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ερήμου ἀνεδείχθητε φοίνικες, Μακάριε πάνσεπτε, Μᾶρκε ἀσκητά, Ματώη, μάκαρ Ἰωσήφ,
Μωϋσῆ, προφητῶν ἀκροθίνιον, Ματθαῖε, ἀκτημοσύνης ταμεῖον καὶ Νίκον παναοίδιμε.
 
Δόξα Πατρί ...
Πεντάδα Συμεὼν τὸν γιγνώσκοντα γλωσσῶν μεγαλύνομεν, θείαν Μαριάμ, τοῦ Μωϋσέως ἀδελφήν, Μιχαὴλ Ἰβηρίτην, Μαρτύριον, Ματθίαν, Αρανδουλᾶν τὸν οἰκοῦντα, καὶ τοῦ Κοδὰρ Μεγέθιον.
 
Καὶ νῦν...
Θεοτοκίον.
Αγγέλων ὑπερτέρα, Μητρόθεε, ὡς φρύγανα καῦσόν μου τα πάθη ζοφερά, ἡ τῆς θεότητος τὸ πῦρ δεξαμένη καὶ ἄφλεκτος μείνασα· διό σε ὥσπερ πυράφλεκτον Βάτον ἀπαύστως μεγαλύνομεν.
 
Καταβασία: Ὁ παῖδας ἐκ καμίνου ...
Χριστὸς ἀνέστη ... τρίς.
᾿Αναστὰς ὁ Ἰησοῦς ...
Συναπτὴ καὶ ἐκφώνησις. Εἴη τὸ κράτος ...
 
Κανὼν τοῦ Πάσχα.
Ωδή η΄. Ὁ Εἱρμός.
Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτὴ
καὶ πανήγυρίς ἐστι πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν Χριστὸν εἰς τοὺς αἰῶνας.
 
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Δεὔτε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς ἐγέρσεως Βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτὸν ὡς Θεὸν εἰς τοὺς αἰῶνας.
 
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Άρον κύκλῳ τοὺς ὀφθαλμούς σου, Σιών, καὶ ἴδε ἰδοὺ γὰρ ἥκασί σοι θεοφεγγεῖς ὡς φωστῆρες ἐκ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης καὶ ἑῴας τὰ τέκνα σου, ἐν σοὶ εὐλογοῦντα
Χριστὸν εἰς τοὺς αἰῶνας.
 
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Πάτερ παντοκράτορ καὶ Λόγε καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε καὶ ὑπέρθεε, εἰς σὲ βεβαπτίσμεθα καὶ σὲ εὐλογοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν τῶν Αγίων.
Ωδή η΄. Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα.
 
῞Αγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ίασμε τερπνέ, Μωϋσῆ, τῆς νηστείας, διώκτης ἀκαθάρτων ἀνεδείχθης πνευμάτων, Σάββα, μάρτυς στεῤῥέ, ἀνομβρίας τὸ λυτήριον, Ξόϊε καὶ Πέτρε Πιονίτα, ὑμᾶς ἀνευφημοῦμεν.
 
῞Αγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Νέκταρ βιοτῆς ἰσαγγέλου τρυγήσας, Στρατήγιε, πατέρων ἀκρεμὼν ἀνεδείχθης καὶ ἐν ἰδίαις χερσὶν ἀνημμένους πρὸς θυμίασιν ἄνθρακας, Ορέντιε, ἐτίθεις ὑπερφυῶς, θεόφρον,
 
῞Αγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ώφθης ἀθλητὴς ἁγιώτατος, Παῦλε, Ὑπάτιε φωσφόρε, ἄλλε Παῦλε ἀλκίφρον καὶ λαμπὰς ἀθλητῶν ἐφηβείᾳ διαγόντων, ὦ Σέργιε· ὑμᾶς ὅθεν ὕμνων καταστέφομεν ῥόδοις.
 
Δόξα Πατρί ...
Ἄγγος νηπτικῆς προσευχῆς ἀνεδείχθης, Φιλόθεε, σοφίας θεϊκῆς ὑποφῆτα, μονῆς Σινᾶ προεστὼς χρηματίσας τῷ ὄντι φιλόθεος· διὸ κατ᾽ ἀξίαν ἀπαύστως σε τιμῶμεν.
 
Καὶ νῦν...
Θεοτοκίον.
Ρῦσαι συμφορῶν χαλεπῶν καὶ κινδύνων, Παρθένε Θεοτόκε, σωτηρίας ἡ ῥίζα τοῦ χριστωνύμου λαοῦ, ἐν Σινᾷ προσκυνοῦντας ὡς ἄφλεκτον σὲ ἀνυποδήτως καὶ πανσεβάστως Βάτον.

Καταβασία; Αἰνοῦμεν, εὐλογοῦμεν ... Αὕτη ἡ κλητή
Χριστὸς ἀνέστη ... τρίς.
᾿Αναστὰς ὁ Ἰησοῦς ...
Συναπτὴ καὶ ἐκφώνησις. Ὅτι ηὐλόγηται
σου τὸ ὄνομά ...

Την Θεοτόκον και μητέρα του φωτός ...

Μεγάλυνον, ψυχή μου, τὸν ἐθελουσίως παθόντα καὶ ταφέντα καὶ ἐξαναστάντα τριήμερον ἐκ τάφου.

Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Μεγάλυνον, ψυχή μου, τὸν ἐξαναστάντα τριήμερον ἐκ τάφου Χριστὸν τὸν ζωοδότην.
 
Φωτίζου, φωτίζου...

Χριστὸς τὸ καινὸν πάσχα, τὸ ζωόθυτον θῦμα, ἀμνὸς Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν κόσμου.

Ω θείας! ὢ φίλης! ὢ γλυκυτάτης σου φωνῆς! μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω, ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ· ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα. 

Σήμερον πᾶσα κτίσις ἀγάλλεται καὶ χαίρει, ὅτι Χριστὸς ἀνέστη, καὶ ἅδης ἐσκυλεύθη

Ω θείας! ὢ φίλης! ...

Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καὶ ἀδιαιρέτου Θεότητος τὸ κράτος.

Ω Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ· ὤ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις· δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ, ἡμέρᾳ τῆς βασιλείας σου.

Χαῖρε, Παρθένε, χαῖρε· χαῖρε, εὐλογημένη· χαῖρε, δεδοξασμένη, σὸς γὰρ Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.

Ω Πάσχα τὸ μέγα ...

Κανὼν τῶν Αγίων.
Ωδὴ θ΄. Φωτίζου, φωτίζου.
 
Μεγάλυνον, ψυχή μου, τοὺς ἐν τῷ Σιναίῳ ἐκλάμψαντας ἁγίους.
 
Εδείχθης νηστείας ὦ Ἐλισσαῖε ἀκρεμὼν καὶ τροφὸς τῶν λεόντων, ἐρημῖτα Σέργιε ὅθεν ὑμῶν τοὺς ἀγῶνας τρανῶς καὶ ἀρετῶν τὴν πληθὺν τιμῶμεν, πατέρες θεῖοι, ἀξιάγαστοι.
 
Μεγάλυνον, ψυχή μου, τῆς ἀδιαλείπτου εὐχῆς σεπτοὺς ἐργάτας.
 
Τὸν μάρτυρα πάντες Σιλουανὸν τὸν ἐκλεκτόν, ἀσκητὴν θεηγόρον καὶ τῆς Κύπρου, Στέφανον, θεῖον βλαστὸν μελιχραῖς ἐν ᾠδαῖς καὶ μυστικοῖς ὕμνοις ἐπαινοῦντες, Χριστὸν ἀπαύστως δοξάζομεν. Σιναίου τοὺς φωστῆρας μέλπω γηθοσύνως ὡς σκοτασμο λυτρας.

Αστείρευτοι βρύσεις δακρύων ὄμματα ὑμῶν, ἀσκηταὶ θεοφόροι τοῦ Σιναίου, ὤφθησαν·
ὅθεν Χριστὸς ἀπαθείας ὑμᾶς καὶ ἀρετῶν μυροδότα νέφη πιστοὺς ἡδύνοντα ἔδειξε.
 
Δόξα Πατρί ...
Μαρτύρων καὶ Ὁσίων τῶν ἐν τῷ Σιναίῳ ὑμνολογῶ τοὺς ἄθλους.
 
Στηρίζετε πάντας ἐν τῇ ἀγάπῃ τοῦ Χριστοῦ, οἱ αὐτὸν ὁλοθύμῳ γνώμῃ ἀγαπήσαντες καὶ τοῦ Σινᾶ δᾳδουχεῖτε φωτὶ τῶν ἀρετῶν ἐρημίας πλάτη ὡς ἀπλανεῖς ἀστέρες, ῞Αγιοι.
 
Καὶ νῦν ...
Θεοτοκίον.
Μεγάλυνον, ψυχή μου, τὴν ἁγίαν Βάτον, Θεοῦ ἡμῶν μητέρα.

Χριστόν, θεῖον Λόγον Πατρὸς ἀνάρχου, Μαριάμ, συλλαβοῦσα ἐν μήτρᾳ τῇ ἁγνῇ σου γέγονας θεία λαβὶς καὶ σκηνὴ παμφαής· ὅθεν ἡμεῖς σὲ ὡς θείαν Βάτον ἐν τῷ Σινᾷ ἀσπαζόμεθα.
 
Καταβασία: Φωτίζου, φωτίζου ...
Χριστὸς ἀνέστη ... τρίς.
᾿Αναστὰς ὁ Ἰησοῦς ...
Συναπτὴ καὶ ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι ...
 
Ἐξαποστειλάριον.
Ἦχος β΄. Αὐτόμελον.
Σαρκὶ ὑπνώσας ὡς θνητὸς ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης ᾿Αδὰμ ἐγείρας ἐκ φθορᾶς καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας τοῦ κόσμου σωτήριον.

Τῶν Ἁγίων. Ὅμοιον.
Σαρκὶ ὡς ἄγγελοι ἐν γῇ, Πατέρες, ἐβιώσατε καὶ ἠξιώθητε πάντες χαρᾶς ἀγγέλων ἐν Ἐδέμ·
διὸ ὑμᾶς γεραίρομεν, ὁσίων καὶ μαρτύρων Σιναίου ἀκρώρειαι.
 
Καὶ πάλιν τὸ τοῦ Πάσχα˙ Σαρκὶ ὑπνώσας ὡς θνητός ...
 
Εἰς τοὺς Αἴνους
Ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τέσσαρα ἀναστάσιμα τοῦ δ᾽ ἤχου καὶ τέσσαρα τῶν Ἁγίων.
 
Αναστάσιμα.
Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
 
Ο Σταυρὸν ὑπομείνας καὶ θάνατον καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, παντοδύναμε Κύριε,
δοξάζομέν σου τὴν ἀνάστασιν.
 
Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ῾Αγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Ἐν τῷ Σταυρῷ σου, Χριστέ, τῆς ἀρχαίας κατάρας ἠλευθέρωσας ἡμᾶς καὶ ἐν τῷ θανάτῳ σου τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα Διάβολον κατήργησας· ἐν δὲ τῇ ἐγέρσει σου χαρᾶς τὰ πάντα ἐπλήρωσας. Διὸ βοῶμέν σοι· Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε, δόξα σοι.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
 
Τῷ σῷ Σταυρῷ, Χριστὲ Σωτήρ, ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου καὶ ῥῦσαι ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ· ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς πεσόντας τῇ ἁμαρτίᾳ,
ἐκτείνας τὴν χεῖρά σου, φιλάνθρωπε Κύριε, τῇ πρεσβείᾳ τῶν ῾Αγίων σου.
 
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρα.
 
Τῶν πατρικῶν σου κόλπων μὴ χωρισθείς, Μονογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἄνθρωπος γενόμενος ἀτρέπτως, καὶ σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί, ὁ ἀπαθὴς τῇ Θεότητι· ἀναστὰς δὲ ἐκ νεκρῶν, ἀθανασίαν παρέσχες τῷ γένει τῶν ἀνθρώπων, ὡς μόνος παντοδύναμος.
 
Τῶν Ἁγίων.
Ἦχος α΄. Πανεύφημοι μάρτυρες.
 
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
 
Οσίων χορὸν Σιναϊτῶν εὐκλεῶν τιμήσωμεν, καταλιπόντων τὰ ῥέοντα καὶ πρὸς τὰ ἄῤῥευστα τῆς ψυχῆς ἐχόντων ἐστραμμένα ὄμματα, Πατέρας τοὺς πολίσαντας ἔρημον καὶ καταρδεύσαντας τὰς ὀπὰς τῆς γῆς καὶ σπήλαια ἀσιγήτων ἱδρώτων τοῖς χεύμασιν.
 
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ομήγυριν θείαν ἀθλητῶν, πρῶτον συνειδήσεως αὐτοὺς καλῶς κατευθύναντας πρὸς τὸ μαρτύριον καὶ πρὸς παναρίστου εἶτα ἐναθλήσεως τὰ σκάμματα ἐκθύμως τιμήσωμεν
ψαλμοῖς καὶ ᾄσμασι, Σιναΐτας, πορφυρώσαντας τῶν αἱμάτων ῥοαῖς γῆν τὴν ἄνικμον.
 
Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
 
Τὴν πάνσοφον νύμφην τοῦ Χριστοῦ καὶ Σιναίου πρόμαχον, Αἰκατερίναν μελίσμασιν ἐγκωμιάσωμεν, μελιχροῖς λειψάνων θήκην τὴν πανίερον αὐτῆς πανευλαβῶς ἀσπαζόμενοι
καὶ πόθῳ κράζοντες· μὴ ἐλλίπῃς τῷ Νυμφίῳ σου ὑπὲρ πάντων πρεσβεύουσα, πάνσοφε.
 
Στίχ. Τοῖς ῾Αγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
 
Τὸν μέγαν προφήτην Μωϋσῆν, δεῦτε, ἀνυμνήσωμεν καὶ Ἠλιοὺ τὸν θεσπέσιον, Σινᾶ κοσμήτορας οὗτοι γὰρ τὴν θείαν εἶδον Μεταμόρφωσιν Χριστοῦ ἐν τῷ Θαβὼρ καὶ τὴν ἄῤῥητον αὐτοῦ ἀλλοίωσιν, ὃν εὐκλείας ὑπὲρ ἔννοιαν ἀπολαῦσαι ἡμᾶς ἱκετεύουσι.
 
Καὶ τὰ τοῦ Πάσχα
Ἦχος πλ. α΄. 
Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς. 

Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ΄ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.

Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὦ Πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε Ἀποστόλοις.

 
Δόξα. Ἦχος πλ. α΄.
Τὸν θεοειδῆ ὁρμαθὸν τῶν Σιναϊτῶν ἁγίων, τὸν δεξάμενον τοῦ Παρακλήτου τὴν χάριν, καὶ συνόμιλον ἀγγέλων ἐν πόλῳ γενόμενον, οἱ πιστοί, ἀξιοχρέως μακαρίσωμεν· οὗτοι γὰρ τὸν νοῦν καθαράμενοι ἐνθυμήσεων καὶ λογισμῶν ματαίων ἀσκητικοῖς καὶ ἀθλητικοῖς καμάτοις
Θεοῦ τὴν δόξαν ἰδεῖν ἠξιώθησαν ἐν τῇ ἀλήκτῳ μακαριότητι· αὐτῶν οὖν νῦν τὴν κοινὴν μνήμην ἑορτάζοντες καὶ τῷ φωτὶ λαμπρυνόμενοι τῆς τοῦ Χριστοῦ ἀναστάσεως, ἐξαιτούμεθα τὰς φωτοειδεῖς αὐτῶν πρεσβείας πρὸς τὸν εὐΐλατον Κύριον.
 
Καὶ νῦν. Ὁ αὐτός.
Αναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν, ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· συγχωρήσωμεν πάντα τῇ ᾿Αναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Χριστὸς ἀνέστη, ως συνήθως ... (τρίς)

ΕΝ ΤΗ ΛΕΙΤΟΥΡΓΙΑ

Τὰ ἀντίφωνα τοῦ Πάσχα κατὰ τάξιν κ.λπ.
᾿Απόστολος Αγίων Πάντων (Εβρ. ια΄ 33 - ιβ΄ 2).
Εὐαγγέλιον, Τετάρτης τῆς Διακαινησίμου (Ἰωάν. α΄ 35-52).
 
Κοινωνικά.
Σῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε. Καὶ
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. ᾿Αλληλούϊα.
 
Μεγαλυνάρια.
Τοὺς ἐν τῷ Σιναίῳ καὶ Ῥαϊθῷ ὁσίους Πατέρας ἀνωνύμους τε καὶ γνωστούς, ὑμνήσωμεν πάντες συμφώνως ἐκβοῶντες· χαῖρε ὁσίων δῆμος ὁ πολυσύνθετος.
(Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου).


Βἀτον προσκυνοῦντες τὴν ἱερὰν καὶ Χριστοῦ τῆς νύμφης ἀσπαζόμενοι τὴν σορὸν τῆς Αἰκατερίνης, τιμῶμεν τὴν χορείαν Σιναϊτῶν Ἁγίων τὴν ἀγγελόφρονα.
 
Χαίροις, θεῖον σμῆνος Σιναϊτῶν εὐκλεῶν Πατέρων, ᾿Αθλοφόρων καὶ ᾿Ασκητῶν, χαίροις, μάρτυς θεία, σεμνὴ Αἰκατερίνα καὶ πάνσεπτοι Προφῆται, σκεύη τῆς χάριτος.
 
Δίστιχον,
Σινᾶ ἐρήμου, ὡς χρυσαυγεῖς σαπφείρους,
ἁγίους πάντας ὕμνησε Χαραλάμπης.







0 comments:

Δημοσίευση σχολίου