Όσιοι Παρθένιος και Ευμένιος Μονής Κουδουμά 
ταινία με τον βίο τους και την μονή.

Η μνήμη τους εορτάζεται στις 10 Ιουλίου

Ο όσιος Παρθένιος





 
  Παρακλητικός Κανόνας στους Οσίους Παρθένιο και Ευμένιο
Ευλογήσαντος του Ιερέως το
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· και μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· και ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, και ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρός σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σὲ κατέφυγον. δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· το πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· και ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου και ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος, και επέφανεν ημίν· ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ. α΄ Ἐξομολογείσθε τω Κυρίῳ, και επικαλείσθε το όνομα το άγιον Αυτού.
Θεός Κύριος, και επέφανεν ημίν· ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ. β΄ Πάντα τα έθνη εκύκλωσαν με, και τω ονόματι Κυρίου ημυνάμην αυτούς.
Θεός Κύριος, και επέφανεν ημίν· ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ. γ΄ Παρά Κυρίου εγένετο αύτη, και έστι θαυμαστή εν ὀφθαλμοίς ημών.
Θεός Κύριος, και επέφανεν ημίν· ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
   
Ηχος δ’. Ο υψωθείς εν τω Σταυρω.
Ως ουρανών κατατρυφώντες της δόξης εξευμενίσατε ημίν τον Δεσπότην, θαυματουργοί αυτάδελφοι, Μονής Κουδουμά έμπνοα κλεΐσματα και της Κρήτης φωστήρες, πάνσοφε Παρθένιε και Ευμένιε μάκαρ, ως αν υμών την μνήμην εν ωδαίς θεοπρεπέσιν γηθόμενοι μέλπωμεν.
Δόξα. Το αυτό.
Και νυν. Θεοτοκίον.
Ου σιωπήσομεν, ποτέ Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι, εί μη γαρ Συ προΐστασο πρεσβεύουσα, τις ημάς ερρύσατο εκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν εως νυν ελευθέρους; Ούκ αποστώμεν Δέσποινα εκ σου, σους γαρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.
Είτα ο Ν' Ψαλμός 
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου και κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου και ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, και ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός σοὶ μόνῳ ἥμαρτον και τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, και νικήσῃς ἐν τῷ κρίνεσθαί σε ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, και ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα και τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι ραντιεῖς με ὑσσώπῳ, και καθαρισθήσομαι, πλυνεῖς με, και ὑπὲρ χιόνα λευκανθήσομαι ἀκουτιεῖς μοι ἀγαλλίασιν και εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου και πάσας τὰς ἀνομίας μου ἐξάλειψον καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, και πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου και τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου και πνεύματι ἡγεμονικῷ στήριξόν με διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, και τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, και οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν και ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
 
και ο Κανών.
Ωδή α’. Ηχος πλ. δ’. Υγράν διοδεύσας.
Άγιοι του Θεού πρεσβεύσατε υπέρ ημών.
Παρθένιε μάκαρ, ημών λιτάς, συν των Ευμενίω τω οσίω σου αδελφώ, προσδέχου και πέμψον ουρανόθεν, ημίν υγείαν κατ' άμφω και σύνεσιν.
 
Άγιοι του Θεού πρεσβεύσατε υπέρ ημών.
Απόκρουσον πάσας του δυσμενούς, Βελίαρ εφόδους τη δυνάμει σών πρεσβειών, Παρθένιε νέε αντιλήπτωρ, πιστών προς ον εκ καρδίας ηγάπησας.
 
Άγιοι του Θεού πρεσβεύσατε υπέρ ημών.
Ρεόντων τον κλύδωνα ως φυγών, Ευμένιε πάτερ, προς αχείμαστον αληθώς, λιμένα κυβέρνησον υψόθεν, τους τη σεπτή αρωγή σου προστρέχοντας.
 
Θεοτοκίον
Υπεραγία Θεοτόκε σώσον ημάς
Θεόνυμφε σκέδασον, την αχλύν του φαύλου μου βίου και ανάτειλον, παμφαή ηώ τω υμνούντι σε, ως θρόνον φωτοειδή του Θεού και Παντάνακτος. (ἠῶ-αυγή)

Ωδή γ’. Ουρανίας αψίδος.
Άγιοι του Θεού πρεσβεύσατε υπέρ ημών.
Εκτενώς δυσωπείτε τον Λυτρωτήν όσιοι, μάνδρας Κουδουμά θεοφόροι, όντως προΐστορες, ειρήνην πέμψαι ημίν, σοφέ Παρθένιε μάκαρ, και στερρόν Ευμένιε, βάθρων συνέσεως.

Άγιοι του Θεού πρεσβεύσατε υπέρ ημών.
Νοσηράς συνηθείας και εμπαθούς έξεως, προς ρευστά Παρθένιε πάντα και τα χαμαίζηλα, του σου ικέτου τον νουν, αρτιφανές θείον άστρον, καθαρόν και δίδαξον έλκεσθαι άρρευστα.

Άγιοι του Θεού πρεσβεύσατε υπέρ ημών.
Ιησούν αγαπήσαι τον εκ φθοράς ρύσαντα, γένος το ανθρώπινον άπαν πάτερ Ευμένιε, αξίωσον με ταχύ, ο προς Αυτόν εκπετάζειν, χείρας γνους αείποτε, άυλε άνθρωπε.
 

Θεοτοκίον
Υπεραγία Θεοτόκε σώσον ημάς
Ευσυμπάθητε Μήτερ του Λυτρωτού ύψωσον, προς αυλάς χαράς παναρρήτου, νυν τους καθεύδοντας, εν τη ζοφώδει σκιά, των στεναγμών και παντοίων, θλίψεων βοώμέν σοι, σθένει τω θείω σου
 
Διάσωσον, πνευματοφόρων αζύγων δύας αγία, εκ κινδύνων υμάς τους νυν τιμώντας Παρθένιε, και σώφρον Ευμένιε καθ’ εκάστην.
 
Eπίβλεψον, εν ευμενεία πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίασαι τής ψυχής μου το άλγος.

Κάθισμα. Ήχος β’. Πρεσβεία θερμή.
Παθών χαλεπών, Ευμένιε τρισόλβιε, και σκεύος λαμπρόν του Πνεύματος Παρθένιε, ημάς απαλλάττοιτε ταις υμών προς Κτίστην εντεύξεσιν, θερμοί γαρ πρέσβεις πάντων προς Θεόν, και ρύσται εκ θλίψεων υπάρχετε.
 
Ωδη δ’. Εισακήκοα Κύριε
Άγιοι του Θεού πρεσβεύσατε υπέρ ημών.
Καταισχύναντες όφεως την ισχύν, Παρθένιε και Ευμένιε, κακουχίαις χάριν εύρατε δυσωπείν υπέρ ημών τον Κύριον.
 
Άγιοι του Θεού πρεσβεύσατε υπέρ ημών.
Ασκητών την αυτάδελφον ξυνωρίδα ύμνοις φαιδροίς Παρθένιον και Ευμένιον γεραίροντες τας λιτάς αυτών απεκδεχόμεθα.
 
Άγιοι του Θεού πρεσβεύσατε υπέρ ημών.
Ικετεύσατε Κύριον δούναι τοις τιμώσιν υμάς, Παρθένιε και Ευμένιε, μετάνοιαν, ίνα συν υμίν αγαλλιώμεθα.

Θεοτοκίον
Υπεραγία Θεοτόκε σώσον ημάς
Έχοντες σε Πανάχραντε, προς Θεόν μεσίτριαν οι σοι πρόσφυγες αντιλήψει τη πανσέπτω σου και λιταίς ταις θείαις σου προσφεύγομεν.
 
Ωδή ε’ Φώτισον ημάς.
Άγιοι του Θεού πρεσβεύσατε υπέρ ημών.
Ύψιστον Θεόν, ον ασκήσεσιν εδόξασας εν τω βίω καθικέτευε ορμάς, καταστείλαι του σαρκίου μου Παρθένιε.
 
Άγιοι του Θεού πρεσβεύσατε υπέρ ημών.
Μέμνησο ημών, ευμενώς σοφέ Ευμένιε, των στεφόντων σε τοις άνθεσιν ωδών, και διάσωσον εν ώρα της ετάσεως.
 
Άγιοι του Θεού πρεσβεύσατε υπέρ ημών.
Εύρομεν υμάς, άρτι θείους αντιλήπτορας, εν τοις κλύδωσιν Ευμένιε κλεινέ, και Παρθένιε ασκήσεως ακρώρεια.
Θεοτοκίον
Υπεραγία Θεοτόκε σώσον ημάς
Νέκρωσον παθών, τα ορμήματα Πανάμωμε, και τον νουν μου προς εγρήγορσιν ταχύ, Θεοτόκε αειπάρθενε ανάστησον.

Ωδή στ’. Την δέησιν
Άγιοι του Θεού πρεσβεύσατε υπέρ ημών.
Ιάτρευσον ρωστική πρεσβεία σου, το δεινότατο καρδίας μου άγχος, και ειρηναίον παράσχου μοι βίον, τηρών μακράν μου εχθρού τα τοξεύματα, αυτού ο άρτι ολετήρ, εποφθείς ενασκήσει Παρθένιε.
 
Άγιοι του Θεού πρεσβεύσατε υπέρ ημών.
Επίβλεψον ιλαρώ σου όμματι εφ' ημάς τους ανατρέχοντας πόθω, ταις προς Θεόν ευμενέσι λιταίς σου, θεοφορούμενε πάτερ Ευμένιε, και ανακούφισον ημών, τας οδύνας του βίου δεόμεθα.
 
Άγιοι του Θεού πρεσβεύσατε υπέρ ημών.
Ευφρόσυνον εν τω πόλω βίωσιν, απολαύοντες ομαίμονες θείοι, ως ερασταί προσευχής και νηστείας, αυτού και πάντας ημάς αξιώσατε, υμάς Παρθένιε λαμπρέ και Ευμένιε ύμνοις τους μέλποντας. (ὅμαιμος-ο εξ αίματος συγγενής)  

Θεοτοκίον
Υπεραγία Θεοτόκε σώσον ημάς
Στενώσεως ψυχικής απάλλαξον, τους οικέτας σου αγνή Θεοτόκε, και χαρμονής πλήρου πάντας τους πίστει, σε εις αιώνας τρανώς μεγαλύνοντας, Θεοκυήτορ ως πηγήν, αενάου χαράς πολυχεύμονα.
 
Διάσωσον, πνευματοφόρων αζύγων δυάς αγία, εκ κινδύνων υμάς τους νυν τιμώντας, Παρθένιε και σώφρον Ευμένιε, καθ εκάστην.
 
Άχραντε, η διά λόγου τον Λόγον ανερμηνεύτως, επ' εσχάτων, των ημερών τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Αίτησις και το Κοντάκιον
Ηχος β’. Τοις των αιμάτων σου.
Του Κουδουμά της Μονής αντιλήπτορες, πνευματοφόρε Παρθένιε πάντιμε και χάριτος ρείθρον, Ευμένιε, υπέρ υμών δυσωπείτε τον Κύριον υμάς των τιμώντων εκάστοτε.

Προκείμενον. Ήχος δ΄.
Τίμιος εναντίον Κυρίου ο θάνατος του Οσίου Αυτού.
Στίχος. Τοις Αγίοις τοις εν τη γη Αυτού εθαυμάστωσεν ο Κύριος (Ψαλμ. ΙΕ' 3)


Ευαγγέλιον, Ματθ ια’ 27-30
Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς των σων Ὁσίων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τα πλήθη τῶν ἐμῶν ἐγκλημάτων

Και νυν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τα πλήθη τῶν ἐμῶν ἐγκλημάτων

Στίχος. Ελεήμον, ελέησόν με ο Θεός κατά το μέγα έλεός σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου.
 
Προσόμοιον.  Ήχος β’. Όλην αποθέμενοι.
Έχοντες προς Κύριον και Λυτρωτήν παρρησίαν κράζομεν πρεσβεύσατε εκτενώς  Παρθένιε και Ευμένιε, ρύσασθαι άπαντας πάσης στενώσεως και ποικίλων περιστάσεων τους καταφεύγοντας ταίς υμών θερμαίς παρακλήσεσι, κοπάζοντες τον τάραχον των περικλυζόντων εκάστοτε θλίψεων, φωσφόροι, αυτούς, πνευματοφόροι ασκηταί, οι εν εσχάτοις τοις έτεσι κόσμον καταυγάσαντες.

Σώσον ο Θεός τον λαόν σου…..
Ωδή ζ’. Οι εκ της Ιουδαίας.
Άγιοι του Θεού πρεσβεύσατε υπέρ ημών.
Την πατρώαν λιπόντες στέγην, άνικμα σπέη της γης ωκήσατε δια την του Κυρίου αυτάδελφοι αγάπην, ης ημίν υπεδείξατε τας σωστικάς ατραπούς και γλυκυτάτας τρίβους. 
(σπέη/σπέος - άντρον, σπήλαιο, από Θεϊκό ζήλο το πατρικό σπίτι αφήνοντας σε ξερά σπήλαια της γης κατοικήσατε...)
  
Άγιοι του Θεού πρεσβεύσατε υπέρ ημών.
Εκ Θεού δεδεγμένος δωρημάτων την χάριν κλυτέ Παρθένιε, ομβρίζεις ουρανόθεν ιάματα νοσούσι τοις πιστώς καταφεύγουσι τη ση θερμή αρωγή, πατέρων κοσμιότης.
 
Άγιοι του Θεού πρεσβεύσατε υπέρ ημών.
Μελετάν του Κυρίου εντολάς τας αγίας καταξιώσατε ως τηρηταί του νόμου, Παρθένιε θεόφρον και Ευμένιε πάνσεμνε, τους μελωδούντας υμών τας θείας αριστείας.

Θεοτοκίον
Υπεραγία Θεοτόκε σώσον ημάς
Οδοδείκτης γενού μοι προς την πόλιν την άνω Θεογεννήτρια, τιθέντι της ψυχής μου τούς οίακας χερσί σου ταις αγίαις και κράζοντι· ίσθι εμού στιβαρά του βίου κυβερνήτις.
(τους οίακας-το τιμόνι της ψυχής μου στα άγια χέρια σου...)

Ωδη η’. Τον Βασιλέα.
Άγιοι του Θεού πρεσβεύσατε υπέρ ημών.
Ισχύ μοι δότε, κατά των παθών ακαθάρτων, Κουδουμά του σεμνείου φωστήρες, όπως του Κυρίου αξιωθείην δόξης.
 
Άγιοι του Θεού πρεσβεύσατε υπέρ ημών.
Αγγέλων βίον, καταξιώσατε πάντας, διανύσαι Παρθένιε μάκαρ, και αζύγων κύδος, Ευμένιε θεόφρον.
 
Άγιοι του Θεού πρεσβεύσατε υπέρ ημών.
Ρύου απαύστως, ανάγκης βίου απάσης, τους εντεύξεις Παρθένιε σώφρον, σου εκδεχομένους προς τον Θεό των όλων.
Θεοτοκίον
Υπεραγία Θεοτόκε σώσον ημάς
Ως σωτηρίας, ημών πυξίον Παρθένε, σε υμνούντες πιστώς εκβοώμεν, ρύσαι συνοχής με παθών των ακαθάρτων.

Ωδή θ’.  Κυρίως Θεοτόκον.
Άγιοι του Θεού πρεσβεύσατε υπέρ ημών.
Γηθόμενοι βοώμεν, ρύσασθε κινδύνων, και συμφορών κατοδύνων Παρθένιε, ημάς ταμείον συνέσεως και Ευμένιε.
 
Άγιοι του Θεού πρεσβεύσατε υπέρ ημών.
Οι πίστει προσιόντες, σου τη αντιλήψει, λυτρούνται άλγους Παρθένιε όσιε, και κατά χρέος αίνον προσφέρω σου Ευμένιε, ως αν σοι αίνον προσφέρω λαμπρόν αείποτε.
 
Θεοτοκίον
Υπεραγία Θεοτόκε σώσον ημάς
Χαρίτων εκμαγείον, Μήτερ του Υψίστου, της σης λαμπρότητος φέγγει καταύγασον, την σκοτισθείσαν ψυχήν μου ίνα δοξάζω σε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε την Θεοτόκον, την ἀειμακάριστον και παναμώμητον, και Μητέρα τοῦ Θεοῦ ἡμῶν. Την τιμιωτέραν τῶν Χερουβείμ, και ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, την ἀδιαφθόρως, Θεόν Λόγον τεκοῦσαν, την ὄντως Θεοτόκον σε μεγαλύνομεν.
Και τα Μεγαλυνάρια

Χαίρετε αστέρες φωτοειδείς, Κουδουμά της μάνδρας, οι συντόνω αρτιφανώς, λάμψαντες τω κόσμω, ασκήσει και νηστεία, Ευμένιε και θείε πάτερ Παρθένιε.
 
Χαίρετε αυτάδελφοι ιεροί, οι εν τοις σπηλαίοις τοις ανίκμοις δια Χριστού, την αγάπην πόθω, οικήσαντες και μάνδρας, του Κουδουμά οφθέντες νέοι δομήτορες.
 
Χαίροις παρθενίας ο εραστής, και της εναρέτου πολιτείας ο ακρεμών, χαίροις ασκουμένων, νεόφωτε λυχνία, Παρθένιε της Κρήτης έμπνουν θησαύρισμα.
 
Χαίροις ερημίας ο πολιστής, άνθος μυροβόλον και νεόφυτον της Χριστού, Εκκλησίας πάτερ Ευμένιε παμμάκαρ, ο αρεταίς μυρίζων κόσμου τα πέρατα.
 
Πάσης δυσχερείας και απειλής, του εχθρού ατρώτους συντηρείτε υμάς σεμνοί, Κουδουμά πατέρες, Παρθένιε πρεσβείαις, υμών και θεοφόρε πάτερ Ευμένιε.
 
Πρέσβευε Παρθένιε τω Χριστώ, συν τω Ευμενίω αυταδέλφω σου τω σεπτώ, άφεσιν πταισμάτων, ημίν αει διδόναι, τοις σπεύδουσι τη θεία σκέπη εκάστοτε.
 
Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, αποστόλων η δωδεκάς, οι άγιοι πάντες, μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν, εις το σωθήναι ημάς.

Το Τρισάγιον και το Απολυτίκιον.
Ήχος Πλ. α’. Τον συνάναρχον Λόγον.

Κουδουμά του σεμνείου τους νέους κτίτορας, τους αυταδέλφους οσίους εν τοις εσχάτοις καιροίς, εγκρατείας και ευχής βολαίς εκλαμψάντας, θείον Ευμένιον ωδαίς και Παρθένιον σοφόν τιμώντες αξιοχρέως, υπέρ υμών τας πρεσβείας, προς τον Χριστόν αυτών αιτούμεθα.

Εκτενής και Απόλυσις, μεθ’ ην ψαλλομεν το εξής
Ήχος β’. Οτε εκ του Ξύλου.
Πάντας τους προστρέχοντας υμίν, όσιοι πατέρες και ύμνοις, ανευφημούντας υμάς, όλβιε Παρθένιε, αστήρ νεόφωτε, αρετών και πανεύοσμον, Ευμένιε ρόδον, ευσεβείας ρύσασθε δεινής κολάσεως, ίνα Κουδουμά του σεμνείου, ένθεοι κοσμήτορες πάντες, της αγήρω δόξης απολαύσωμεν.

Δέσποινα πρόσδεξαι τας δεήσεις των δούλων σου 
και λύτρωσαι ημάς απο πάσης ανάγκης και θλίψεως.
Την πάσα ελπίδα μου εις σε ανατίθημι 
μήτερ του Θεού φύλαξον με υπό την σκέπη σου.

Δείτε και την ανάρτηση ελιξήριο νεότητας
  1. Παράκληση ευχαριστήρια στην Παναγία - Γερασίμου μοναχού Μικραγιαννανίτου
  2. Παράκληση στην Παναγία για κάθε ασθένεια - Αγίου Ιωάννου επισκόπου Ευχαΐτων
  3. Παράκληση στην Παναγία για όσους ασθενούν - Μητροφάνους Επισκόπου Σμύρνης
  4. Παράκληση στους οσίους Παρθένιο και Ευμένιο 
  5. Τα 24 μεγαλυνάρια του Αγίου Νεκταρίου
  6. Παράκληση στην Παναγία για κάθε θλίψη - Γερασίμου μοναχού Μικραγιαννανίτου
  7. Παράκληση στην Παναγία για νοσούντες - Γερασίμου μοναχού Μικραγιαννανίτου
  8. Προσευχή νυκτερινή στον Κύριο - Αγίου Αναστασίου Σιναΐτου
  9. Παράκληση στην Μεταμόρφωση του Κυρίου - Ιακώβου μοναχού
  10. Παράκληση αγίου Μύρωνος - Γερασίμου μοναχού Μικραγιαννανίτου
  11. Παράκληση στους αγίους που ήταν στρατιωτικοί - Νικόδημου Αεράκη
  12. Προσευχή κατά αισχρών και πονηρών λογισμών  
  13. Παράκληση στην Παναγία για ασθενείς 
  14. Προσευχή στην Παναγία για κάθε ασθένεια και θλίψη


0 comments:

Δημοσίευση σχολίου