Παράκληση στην Παναγία μονή Κουδουμά

σήμερα εορτή Αγίου Εφραίμ του Σύρου
 

Παράκληση στην Παναγία Κουδουμιανή
Παράκληση στην Παναγία μονής Κουδουμά
Ευλογήσαντος του Ιερέως το
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος, και επέφανεν ημίν· ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ. α΄ Ἐξομολογείσθε τω Κυρίῳ, και επικαλείσθε το όνομα το άγιον Αυτού.
Θεός Κύριος, και επέφανεν ημίν· ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ. β΄ Πάντα τα έθνη εκύκλωσαν με, και τώ ονόματι Κυρίου ημυνάμην αυτούς.
Θεός Κύριος, και επέφανεν ημίν· ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ. γ΄ Παρά Κυρίου εγένετο αύτη, και έστι θαυμαστή εν ὀφθαλμοίς ημών.
Θεός Κύριος, και επέφανεν ημίν· ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
 

Τη θαυματόβρυτον εικόνα σου πάντες κατασπαζόμενοι πιστώς, ην εύρον οι όσιοι αυτάδελφοι, Παρθένε αγνή πάνσοφος Παρθένιος και Ευμένιος θείος, χαρμονής πληρούμεθα και χαρίτων σου ύδωρ το θεϊκών αντλούμεν δαψιλώς, παθών δι' ώσπερ την φλόγα σβεννύομεν.
 
Δόξα. Το αυτό.
 
Και νυν. Θεοτοκίον.
Ου σιωπήσομεν, ποτέ Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι, εί μη γαρ Συ προΐστασο πρεσβεύουσα, τις ημάς ερρύσατο εκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν εως νυν ελευθέρους; Ούκ αποστώμεν Δέσποινα εκ σου, σους γαρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.
 
Είτα ο Ν' Ψαλμός
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
 
Ωδή α'. Ήχος πλ. δ'. Υγράν διοδεύσας.
Υπεραγία Θεοτόκε Κουδουμιανή σώσον ημάς
Θεού Μητέρα Πάναγνε, την σεπτήν εικόνα σου πάντες εν τη μάνδρα του Κουδουμά πιστώς ασπαζόμενοι τας θείας προς τον υιόν σου λιταίς εξαιτούμεθα.
 
Υπεραγία Θεοτόκε Κουδουμιανή σώσον ημάς
Επόμβρισον πάσιν ως συμπαθής ελέους ρανίδας, Μήτερ, κλέϊσμα Κουδουμά, του θείου σου τόκου και καρδίας ημών ξηράς πλείστοις πάθεσι πίανον.
 
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι
Οι λάμψαντες βίω μοναδικώ, Παρθένιος θείος και Ευμένιος ο κλεινός, εν ταύτη τη μάνδρα Θεοτόκε, συν σοι Χριστώ υπέρ πάντων πρεσβεύουσι.
 
Και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν
Την θείαν εικόνα σου Μαριάμ, πλουτούν ώσπερ όλβον το σεμνείον του Κουδουμά αυτή καταφεύγει εν κινδύνοις και ζοφεραίς περιστάσεσι πάντοτε.
 
Ωδή γ'. Ουρανίας αψίδος.
Υπεραγία Θεοτόκε Κουδουμιανή σώσον ημάς
Ομαιμόνων το ζεύγος του Κουδουμά κτίτορες της μονής, Παρθένιος θείος και ο Ευμένιος, Θεογεννήτορ, συν σοι ειρήνην πάσιν αιτούσι τοις ασπαζομένοις σου νυν το εκτύπωμα.
 
Υπεραγία Θεοτόκε Κουδουμιανή σώσον ημάς
Κουδουμά εύχος μέγα οι των πιστών σύλλογοι την σεπτήν σου όντως εικόνα κατασπαζόμενοι αντλούμεν ρώσιν ψυχών και των σωμάτων υγείαν· όθεν ανυμνούμεν σε Θεοχαρίτωτε.
 
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι
Ευρωστίαν μοι δίδου, και της σαρκός ξήρανον πάθη τα χαμαίζηλα, Κόρη, ίνα γεραίρω σε ως Κουδουμά της Μονής, ευλογημένη Μαρία, κλέος και θεμέλιον αδιατάρακτον.
 
Και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν
Των πταισμάτων μου αίτει, θαυματουργέ, άφεσιν και πολυειδών συμπτωμάτων την απολύτρωσιν παρά του πάντων Θεού, τιμιωτέρα αγγέλων, Κουδουμά ωράϊσμα και θείον σέμνωμα.
 
Οδήγησον προς σωτηρίας λιμένα τους σε υμνούντας, Θεοτόκε, του Κουδουμά πατέρων ωράϊσμα κλεινού Παρθενίου και Ευμενίου.
 
Επίβλεψον εν ευμενεία πανύμνητε Θεοτόκε, επί την χαλεπήν του σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος
 
Αίτησις και το Κάθισμα.
Ήχος β'. Πρεσβείας θερμή.
Προστασίαν θερμήν και ρύστιν σε εκτήσατο εξ άλγους δεινού, Παρθένε, η περίκλυστος Μονή, η το έκτυπον εν κόλποις έχει το θείον σου του Κουδουμά· διο και ευλαβώς εις σε καταφεύγεις, Μήτερ, πάντοτε.
 
Ωδή δ'. Εισακήκοα Κύριε.
Υπεραγία Θεοτόκε Κουδουμιανή σώσον ημάς
Ολοθύμως εικόνος σου άδω τα θαυμάσια Θεονύμφευτε, α τελείς πιστοίς τοις σπεύδουσιν, εις του Κουδουμά μονήν την πάνσεπτον.

Υπεραγία Θεοτόκε Κουδουμιανή σώσον ημάς
Υποχείριον δαίμονος μη με δείξης Δέσποινα ανακράζω σοι, προσκυνών το σον εκτύπωμα, Κουδουμιανή το θαυματόβρυτον.
 
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι
Δαψιλώς τοις προστρέχουσι προσκυνήσαι Πάναγνε την εικόνα σου, Κουδουμά εις την παράλιον μάνδραν βρύεις νάματα ιάσεων.
 
Και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν
Οδηγός ασφαλέστατος ίσθι εν τω βίω ημών Μητρόθεε, ευλαβώς ασπαζομένων σου την εκ Κουδουμά εικόνα άσμενοι.

Ωδή ε'. Φώτισον ημάς.
Υπεραγία Θεοτόκε Κουδουμιανή σώσον ημάς
Ύμνοις μελιχροίς, καταστέφομέν σε πάντοτε, Θεοτόκε κύδος μάνδρας Κουδουμά, και προστρέχομεν εν θλίψεσι ση χάριτι.
 
Υπεραγία Θεοτόκε Κουδουμιανή σώσον ημάς
Μέμνησο ημών, εν τη ώρα της ετάσεως, των σπευδόντων εις μονήν του Κουδουμά, Θεοτόκε προσκυνήσαι την εικόνα σου.
 
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι
Ίνα δωρεάς, εξυμνήσω τας αμέτρους σου, δος μοι λόγον Κουδουμά μονής πυρσέ, Θεοτόκε των μερόπων καταφύγιον.
 
Και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν
Άκαρπον συκήν, αναμένουσα του τόκου σου, την δρεπάνην μη με δείξης Κουδουμά, του σεμνείου εύχος άσπιλε Παντάνασσα.
 
Ωδή στ'. Την δέησιν.
Υπεραγία Θεοτόκε Κουδουμιανή σώσον ημάς
Νεόφυτα αρετής λευκάνθεμα ανεβλάστησαν εν τόπω Παρθένε, εν ω μονή σου σεπτή ανηγέρθη, συν Ευμενίω ο θείος Παρθένιος, ους ανυμνούντες μετά σου, ευωδίας αφράστου πληρούμεθα.
 
Υπεραγία Θεοτόκε Κουδουμιανή σώσον ημάς
Η πάνσεπτος νυν και θαυματόβρυτος ιερά Θεοκυήτορ εικών σου, εν Κουδουμά τω σεμνείω κειμένη χαράς πληροί τους ασθμαίνοντας πάντοτε, εκ του δυσβάτου της οδού ερχομένους αυτήν κατασπάσασθαι.
 
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι
Βεβύθισμαι οίμοι ο πολύστηνος εν τη δίνη των ανόμων μου έργων, πλην σοι θαρρών ανακράζω σοι τείνον, τας σας παλάμας και σώσον με Δέσποινα, Κυρία Κουδουμιανή, ποντουμένων σανίς και βοήθεια.
 
Και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν
Λαμπρότητος Θεϊκής αξίωσον τους οικέτας σου τυχείν, Θεοτόκε, μεγαλοφώνως τους πόθω υμνούντας σε εις αιώνας ως κόσμου μεσίτριαν και της Μονής του Κουδουμά το ασύλητον όντως θησαύρισμα.
 
Οδήγησον προς σωτηρίας λιμένα τους σε υμνούντας, Θεοτόκε, του Κουδουμά πατέρων ωράϊσμα κλεινού Παρθενίου και Ευμενίου.
 
Άχραντε, η δια λόγου τον Λόγον ανερμηνεύτως, επ' εσχάτων των ημερών τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν
 
Αίτησις και το Κοντάκιον.
Ήχος β'. Τοις των αιμάτων σου.
Τη προστασία σου σπεύδοντες Δέσποινα, των δαψιλών σου χαρίτων πληρούμεθα, Μονής Κουδουμά εγκαλλώπισμα· διο φαιδρώς σε αεί μακαρίζοντες εικόνα την σην ασπαζόμεθα.
 
Προκείμενον. Μνησθήσομαι του ονόματός σου εν πάση γενεά και γενεά.
Στίχος. Άκουσον θύγατερ και ίδε και κλίνον το ους σου και επιλάθου του λαού σου και του οίκου του πατρός σου και επιθυμήσει ο Βασιλεύς του κάλλους σου.

Ευαγγέλιον Λουκ. 1,39-49 1,56
Αναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν ᾿Ιούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν ᾿Ελισάβετ. καὶ ἐγένετο ὡς ἤκουσεν ἡ ᾿Ελισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ῾Αγίου ἡ ᾿Ελισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Έμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα σοι Κύριε δόξα σοι
Δόξα Πατρί και Υιώ και Αγίων Πνεύματι
Ταις των σων Οσίων πρεσβείαις Ελεήμον
 
Και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν
Ταις της Θεοτόκου πρεσβείαις ελεήμον
 
Στίχος. Ελεήμον, ελέησον με ο Θεός, κατά το μέγα έλεός σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου.
 
Προσόμοιον.
Ήχος β'. Όλην αποθέμενοι.
Δέσποινα πανάχραντε, του Κουδουμά ωραιότης, την σεπτήν εικόνα σου ήνπερ ο Παρθένιος και Ευμένιος εύρον νυν χαίροντες οι λαοί χάριν σου προσκυνούντες αρυόμεθα, ην βρύει άπασι τοις αυτή πιστώς προσπελάζουσι· διο και μεγαλύνοντες σε εις τους αιώνας κραυγάζομεν· δίδου την κατ' άμφω υγείαν τοις ψάλλουσι θερμώς σοι και ειρήνην Μητρόθεε, πάσιν αστασίαστον.
 
Ο ιερεύς: Σώσον ο Θεός τον λαόν σου...
 
Ωδή ζ'. Οι εκ της Ιουδαίας.
Υπεραγία Θεοτόκε Κουδουμιανή σώσον ημάς
Αρωγέ Παρθενίου και χαρά Ευμενίου Θεογεννήτρια, των θείων αυταδέλφων και μάνδρας σου κτιτόρων Κουδουμά, την παράκλησιν των προσφευγόντων εις σε, Παρθένε μη παρίδης.
 
Υπεραγία Θεοτόκε Κουδουμιανή σώσον ημάς
Βρύσις άφθονος πέλει θαυμασίων παντοίων το σον εκτύπωμα εν Κουδουμά τη μάνδρα το τεθησαυρισμένον, υπερύμνητε Δέσποινα, και ιαμάτων κρουνός, Παρθένε πολυχεύμων.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι
Ηλιόφωτε Κόρη, Κουδουμά παρακλήτορ και περιτείχισμα, η της δικαιοσύνης τον Ήλιον τεκούσα ανηρότως την ζόφωσιν της αδικίας ταχύ απέλασον ευχαίς σου.
 
Και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν
Σωτηρίας πυξίδα εν νυκτί ομιχλώδει ανόμων πράξεων γιγνώσκομεν σε Μήτερ, και πόθω προσκυνούμεων την αγίαν εικόνα σου, εν τη Κουδουμά ω Κεχαριτωμένη.
 
Ωδή η'. Τον Βασιλέα.
Υπεραγία Θεοτόκε Κουδουμιανή σώσον ημάς
Ρύσαι κινδύνων και νοσημάτων παντοίων, Κουδουμά πανσθενές αντιλήπτορ, τους καταφιλούντας την θείαν σου εικόνα.

Υπεραγία Θεοτόκε Κουδουμιανή σώσον ημάς
Ύψωσον Μήτερ, εκ του βυθου απωλείας την πεσούσαν ψυχήν μου λιταίς σου και κατευθυνόν με προς θείας αναβάσεις.
 
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι
Σαρκός κινήσεις τας ψυχοφθόρους Παρθένε, Θεοτόκε κατάστειλον τάχος, ίνα σωτηρίας ως πρόξενον υμνώ σε.
 
Και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν
Αγίασόν με τον καταφεύγοντα πίστει, τη σεπτή σου εικόνι Κυρία, Κουδουμά της μάνδρας υπερδεδοξασμένη.

Ωδή θ'. Κυρίως Θεοτόκον.
Υπεραγία Θεοτόκε Κουδουμιανή σώσον ημάς
Ιδείν τας των δικαίων Δέσποινα σκηνώσεις εν ουρανοίς καταξίωσον άπαντας, τους ευλαβώς προσκυνούντας το σον εκτύπωμα.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι
Μετά του Παρθενίου και του Ευμενίου, τον σον υιόν εκδυσώπει Παντάνασσα, του Κουδουμά όλβε θείε και αγαλλίαμα.
 
Και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν
Χαρίτων μυροθήκη Ευμενίου κλέος και Παρθενίου οσίου το καύχημα, Θεοχαρίτωτε Μήτερ χαράς με πληρωσον.
 
Και τα Μεγαλυνάρια
Δεύτε προσκυνήσωμεν ευλαβώς, την σεπτήν εικόνα και θαυμάτων την αυτουργόν, εν τω δυσπροσίτω, του Κουδουμά σεμνείω, της Κεχαριτωμένης κόσμου προστάτιδος.
 
Χαίροις ξυνωρίδος των ασκητών, θείου Παρθενίου Ευμενίου τε του σοφού, κλέος Θεοτόκε υπερδεδοξασμένη και Κουδουμά της μάνδρας εύχος ατίμητον.

Την σεπτήν εικόνα σου Μαριάμ, οι του σου σεμνείου, αειπάρθενε θαυμαστή, κτίτορες ανεύρον, και χαίροντες εις θρόνον, απέθεσαν Παρθένε χρυσοπλοκώτατον.

Πάντας τους προστρέχοντας εν σπουδή, προσκυνήσαι Μήτερ, εν τη μάνδρα του Κουδουμά, την σεπτήν μορφήν σου, απάλλατε κινδύνων, αει και δίδου τούτοις πάντα τα πρόσφορα.

Έχει η μάνδρα του Κουδουμά σέμνωμα Παρθένε, και ανύστακτον εν δεινοίς, φύλακα πλουτούσα, το θείον έκτυπόν σου, ασύλητον ως όλβον και κύδος πάντιμον.

Κρήνη θαυμασίων παντοδαπών, πέλει η εικών σου εν τη μάνδρα του Κουδουμά, Κεχαριτωμένη, προχέουσα ιάσεις, τοις κατασπαζομένοις ταύτην εκ πίστεως.

Ήχος πλ. α'. Τον συνάναρχον Λόγον.
Κουδουμά το σεμνείον ως όλβον άσυλον, και θαυμασίων ταμείον την σην αγίαν μορφήν, εν τοις κόλποις έχον Δέσποινα μητράνανδρε, γάνυται και αναφωνεί· Παρθενίου χαρμονή και κλέϊσμα Ευμενίου, των θεοφόρων οσίων ίσθι προστάτις των τιμώντων σε.

Εκτενής και Απόλυσις μεθ' ην ψάλλομεν το εξής:
Ήχος β'. Ότε εκ του ξύλου
Πάντας τους προστρέχοντας πιστώς εις του Κουδουμά το σεμνείον και την εικόνα σου προσκυνούντες Δέσποινα ην ο Ευμένιος και ο θείος Παρθένιος πολύτιμον όλβον έσχον ρύσαι θλίψεων δεινής κακώσεως βλάβης ζοφεράς του Βελίαρ και συκοφαντίας ανθρώπων, ίνα σε απαύστως μακαρίζωμεν.


0 comments:

Δημοσίευση σχολίου