1/3/2017 Αγίας Ευδοκίας Οσιομάρτυρος, Αγίου Παρασκευά Νεομάρτυρος, Αγίου Χαρισίου του Μάρτυρος

Κανών ευχαριστήριος προς την υπεραγίαν Θεοτόκον


Ποιήμα μοναχού Γερασίμου Μικραγιαννανίτου

ου η ακροστιχίς: Ευχαριστών σοι Παρθένε άδω, Γερασίμου.


Ωδή α'. Ήχος πλ. δ'. Υγράν διοδεύσας.

Ευφήμως σοι άδω απο ψυχής, ρυσθείς Θεοτόκε τη θερμή σου επισκοπή λύπης αθυμίας και ανάγκης και την πολλήν σου δοξάζω χρηστότητα.

Υψόθεν επέβλεψας συμπαθώς και έπαυσας Κόρη της ψυχής μου τον στεναγμόν· διο χαριστήριον σου αίνον χρεωστικώς αναμέλπω γηθόμενος.

Χαρίτων ακένωτος θησαυρός Κεχαριτωμένη χάριν έβλυσας αληθή τη λελυπημένη μου καρδία τη συνοχή του δεινού πολεμήτορος.

Αγγέλων η δόξα και η χαρά ημών δε προστάτις και βοήθεια εν παντί· διο καθ' εκάστην Θεοτόκε την προς ημας σου κυρύττοεμν εύθνοιαν.

Ωδή γ'. Ουρανίας αψίδος.

Ρείθρον έβλυσας θείον και ζωτικόν Άχραντε της σης συμπαθείας Παρθένε και αγαθότητος και κατεδρόσισας την φλεγομένην ψυχήν μου πολυτρόποις πάθεσι· διο δοξάζω σε.

Ιατρόν η τεκούσα τον του παντός Κύριον την συντετριμμένην ψυχήν μου πόνοις και θλίψεσι Κόρη ιατρεύσας· διο υμνώ και κηρρύτω την πολλήν και άμετρον κηδεμονίαν σου.

Συνθλιβείς ταις του βίου παντοδαπαίς θλίψεσι σε αναψυχήν εύρον Κόρη και παραμύθιον· συ γαρ απήλασας τα θλιβερά της ζωής μου· όθεν ευχαρίστως σε δοξάζω στόματι.

Της ψυχής μου την νόσον και συνοχήν Άχραντε και τρου σώματοός μου τα πάθη τα πολυώδυνα συ εθεράπευσας· όθεν υμνώ την πολλήν σου προς εμέν τον δείλαιον Κόρη χρηστότητα.

Ωδή δ'. Εισακήκοα Κύριε.

Ώσπερ ύδωρ ζωήρυτον έβλυσας Παρθένε την θείαν χάριν σου και τα πάθη μου ιάτρευσας· όθεν ευχαρίστω μεγαλύνω σε.

Νοσημάτων λυτήριον γέγονέ μοι Κόρη η προστασία σου· δια τούτο χαριστήριον αίνεσιν προσάδω σοι γηθόμενος.

Συ μου σκέπη και στήριγμα συ αναψυχή μου και παραμύθιον Θεοτόκε· δια τούτο σοι τείνω της καρδίας μου τα όμματα.

Όμβρησον μοι ουράνιον γλυκασμός και δρόσον της συμπαθείας σου ίνα γνώσιν οι αντίπαλοι τίνος δούλος πέφυκα ο δείλαιος.

Ωδή ε'. Φώτισον ημάς.

Ίνα την πολλήν και άμετρον χρηστότητα μεγαλύνω σου μελλόντων πειρασμών ασινή με Θεοτόκε διαφύλαξον.

Πλήθει συμφορών συσχεθείς προς σε κατέφυγον και ερρύσθην εκ της τούτων συνοχής· δια τούτο Θεομήτορ μεγαλύνω σε.

Άνωθεν Αγνή επ' εμέ συμπαθώς έβλεψας και ερρύσω με δεινών επιφορών· δια τούτο σου κηρύττω τα θαυμάσια.

Ρώσιν ευρηκώς της πικράς ταλαιπωρίας μου αοράτω επισκέψη σου Αγνή σωτηρίας σοι προσάγω μελωδήματα.

Ωδή στ'. Ιλάσθητί μοι Σωτήρ.

Θυμού δρακόντων ρυσθείς των αοράτων ο δείλαιος τη συμμαχία τη ση αίνον χαριστήριον ως δώρον άδω σοι Παρθένε καθ' εκάστην μεγαλύνων σε.

Εκ λάκκου αμαρτιών ανήγαγες με Πανάμωμε και επί πέτραν στερράν μετανοίας έστησας τους πόδας μου Άχραντε· όθεν μεγαλύνω το αμέτρητον σου έλεος.

Νεκρώσεως και φθοράς της ψυχικής ελυτρώσω με ζωοποιώ σου ροπή και πολλή χρηστότητι· όθεν μακαρίζω σε ευρών Θεοτόκε δια σου ζωην την κρείττονα.

Επλήγην πληγή πικρά τη επιθέσει του δράκοντος· αλλ' η θερμή σου ροπή το μέγιστον τραύμα μου ιδούσα ιάσατο τούτο Θεοτόκε· δια τούτο μεγαλύνω σε.

Ωδή ζ'. Παίδες Εβραίων.

Άσμα χαρμόσυνον σοι άδω αποθέμενος την βαρυτάτην λύπην επισκέψει τη ση Παρθένε Θεοτόκε· διο απ οκαρδίας μου μεγαλύνω σου την χάριν.

Δύναμιν έλαβον Παρθένε και βοήθειαν φωνήσας σου την κλήσιν εν οδύνη πικρά· συ γαρ θάττον εξ ύψους απέστειλας τοις δούλοις σου την σωτήριόν σου χάριν.

Ώφθης ως αύρα γλυκυτάτη τοις εν θλίψεσι πικραίς συνεχομένοις η θερμη σου Αγνή και θεία προστασία· διο ανακηρύττομεν τα πολλά σου μεγαλεία.

Γένους βροτείου σωτηρία και αντίληψις τοις καταπονουμένοις συ υπάρχεις Αγνή· διο φυλαί και γλώσσαι κηρύττομεν Πανύμνητε την πολλήν σου προστασίαν.

Ωδή η'. Οι θεορρήμονες Παίδες.

Εκ των ποικίλως θλιβόντων με Θεοτόκε ρυσθείς τη ση προμηθεία πανευχαρίστως κραυγάζω σοι· χαίρε των θλιβομένων θερμόν καταφύγιον.

Ρώσιν παράσχου ψυχή μου τη ταλαιπώρω ην ο αρχέκακος όφις πολλαίς οδύναςι εκάκωσε Θεοτόκε Παρθένε ανθρώπων αντίληψις.

Αγαλλομένη καρδία ευχαρίστως ως δια σου της μανίας απαλλαηεις του αλάστορος ανυνείν σε Παρθένε ου παύω ο δούλος σου.

Σώστρά σοι άδω Παρθένε δια χειλέων ως δια σου θεραπείαν των θλιβερών κομισάμενος και ευσήμως κηρύττω την θείαν σου πρόνοιαν.

Ωδή θ. Κυρίως Θεοτόκον.

Ισχύς μοι σωτηρίας γέγονας Παρθένε εν ταις ευρούσαις με σφόδρα κακώσεσι· διο υμνώ ευχαρίστως τα μεγαλεία σου.

Μανίας ως ερρύσθην της του παλαμναίου, τη κραταιά προστασία σου Άχραντε, ευγνωμονών μεγαλύνω την ευσπλαχνίαν σου.

Ουράνωσον Παρθένε την ταπεινωθείσαν ταις ψυχοφθόροις οδύναις καρδίαν μου και τω αύλω φωτί σου τον νουν μου λάμπρυνον.

Υμνώ αδιαλείπτως, εν ευφήμω γλώσση την προς εμέ σου Παρθένε χρηστότητα, και χαριστήριον αίνον αεί προσάδω σοι.

Τροπάριον Θεοτοκίον. Ήχος πλ. α'

Μετά αγγέλων τα ουράνια μετά ανθρώπων τα επίγεια εν φωνή αγαλλιάσεως Θεοτόκε βοώμεν σοι· χαίρε πύλη των ουρανών πλατυτέρα· χαίρε των γηγενών σωτηρία· χαίρε σεμνή Κεχαριτωμένη η τεκούσα Θεόν σεσαρκωμένον.

  1. Παράκληση ευχαριστήρια προς την υπεραγίαν Θεοτόκον
  2. Παράκληση στην Παναγία για κάθε ασθένεια - Αγίου Ιωάννου επισκόπου Ευχαΐτων
  3. Παράκληση στην Παναγία για όσους ασθενούν - Μητροφάνους Επισκόπου Σμύρνης
  4. Παράκληση στους οσίους Παρθένιο και Ευμένιο 
  5. Τα 24 μεγαλυνάρια του Αγίου Νεκταρίου
  6. Παράκληση στην Παναγία για κάθε θλίψη - Γερασίμου μοναχού Μικραγιαννανίτου
  7. Παράκληση στην Παναγία για νοσούντες - Γερασίμου μοναχού Μικραγιαννανίτου
  8. Προσευχή νυκτερινή στον Κύριο λυτρούσα της κολάσεως
  9. Παράκληση στην Μεταμόρφωση του Κυρίου - Ιακώβου μοναχού
  10. Παράκληση αγίου Μύρωνος - Γερασίμου μοναχού Μικραγιαννανίτου  



0 σχόλια:

Δημοσίευση σχολίου