Εν θαλάσση με πλέοντα, εν οδώ με βαδίζοντα, εν νυκτί καθεύδοντα περιφρούρησον· επαγρυπνούντα διάσωσον, παμμάκαρ Γεώργιε, και αξίωσον ποιείν, του Κυρίου το θέλημα, όπως εύροιμι, εν ημέρα της δίκης των εν βίω πεπραγμένων μου την λύσιν, ο προσδραμών εν τη σκέπη σου
Προσόμοιον εσπερινού πανηγύρεως ήχος α'. Γαβριήλ Μαμουγιώργης 1982.
 
 
Ο Παρακλητικός κανόνας γράφτηκε κατά την διάρκεια 
επιδημίας πανώλης στην Κρήτη το 1655 
 
Παρακλητικός Κανών στον Άγιο Γεώργιο τον Επανωσήφη


Ευλογήσαντος του Ιερέως το
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος, και επέφανεν ημίν· ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ. α΄ Ἐξομολογείσθε τω Κυρίῳ, και επικαλείσθε το όνομα το άγιον Αυτού.
Θεός Κύριος, και επέφανεν ημίν· ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ. β΄ Πάντα τα έθνη εκύκλωσαν με, και τώ ονόματι Κυρίου ημυνάμην αυτούς.
Θεός Κύριος, και επέφανεν ημίν· ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ. γ΄ Παρά Κυρίου εγένετο αύτη, και έστι θαυμαστή εν ὀφθαλμοίς ημών.
Θεός Κύριος, και επέφανεν ημίν· ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
 

Είτα το παρόν τροπάριον. Ήχος δ'.
Τω σω τεμένει τω σεπτώ νυν προστρέχομεν και τη σκέπη σου τη θεία προσπίπτομεν, εν κατανύξει κράζομεν, δακρύοντες, προς σε, Άγιε Γεώργιε, αιχμαλώτων ο ρύστης, πρόφθασον και λύτρωσαι εκ παντοίων κίνδυνων τους προσκυνούντας πόθω εκ ψυχής την σεβασμίαν και θείαν εικόνα σου.

Και νυν

Ου σιωπήσομεν, ποτέ Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι, εί μη γαρ Συ προΐστασο πρεσβεύουσα, τις ημάς ερρύσατο εκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν εως νυν ελευθέρους; Ούκ αποστώμεν Δέσποινα εκ σου, σους γαρ δούλους σώζεις αεί, εκ παντοίων δεινών. 
 
Είτα ο Ν' Ψαλμός
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ωδή α'. Ήχος πλ, δ'. Υγράν διοδεύσας
Άγιε του Θεού πρέσβευε υπέρ ημών
Πολλαίς συνεχόμενος συμφοραίς, προς σε καταφεύγω λυτρωθήναι με πειρασμών, εφόδου ληστών τε και κινδύνων και της πανώλους, Γεώργιε μέγιστε.

Άγιε του Θεού πρέσβευε υπέρ ημών
Παθών ταραττόμενος προσβολαίς προς σε νυν προστρέχω, ως προστάτην και βοηθόν, λυτρώσαί με τούτων, Γεώργιε τρισμάκαρ, τη προς Θεόν θερμή μεσιτεία σου.

Άγιε του Θεού πρέσβευε υπέρ ημών
Σωτήρα σε έχομεν των δεινών, Γεώργιε μάκαρ, ασθενείας της λοιμικής, κινδύνων ληστών τε και βαρβάρων, επιδρομής τε και πάσης κακώσεως.
 
Θεοτοκίον
Υπεραγία Θεοτόκε σώσον ημάς
Νοσούντα το σώμα και την ψυχήν, επισκοπής θείας και προνοίας της παρά σου αξίωσον, μόνη Θεομήτορ, ως αγαθή αγαθού τε λοχεύτρια .

Ωδή γ'. Ουρανίας αψίδος
Άγιε του Θεού πρέσβευε υπέρ ημών
Λοιμικών νοσημάτων και συμφορών κύμασιν έχομεν σε ρύστην και μέγιστον αντιλήπτορα εν ταις βαρβάρων ορμαίς. Αλλά λιταίς σου ταις θείαις πάντων τούτων λύτρωσαι, μάρτυς Γεώργιε.

Άγιε του Θεού πρέσβευε υπέρ ημών
Συ προστάτης υπάρχεις των δυστυχούντων Γεώργιε και κινδυνευόντων υπέρμαχος και αντίληψις και της πανώλους οξύς εξολοθρευτής και διώκτης, ληστών τε αντίμαχος, θεομακάριστε.

Άγιε του Θεού πρέσβευε υπέρ ημών
Ληστρικής τε εφόδου και των δεινών, Άγιε, και της λοιμικής ασθενείας ο ετοιμότατος ρύστης και πρόμαχος ο βοηθός και προστάτης πάσης άλλης θλίψεως, μάρτυς Γεώργιε.

Θεοτοκίον.
Υπεραγία Θεοτόκε σώσον ημάς
Χαλεπαίς αρρωστείαις και νοσεροίς πάθεσιν εξεταζομένω, Παρθένε, συ μοι βοήθησον, των ιαμάτων γαρ ανελλιπή σε γινώσκω θησαυρόν, πανάμωμε, τον αδαπάνητον.

Διάσωσον από κινδύνων τους δούλους σου, αθλοφόρε, ότι πάντες σε εν κινδύνοις αεί προβαλλόμεθα, ως πρέσβυν προς τον Θεόν και Σωτήρα.

Τροπάριον.
Πρεσβεία θερμή τη ση προς τον Κύριον, πανώλους ημάς τους δούλους σου εκλύτρωσαι, τους επί σοι προσφεύγοντας, επιδρομής τε βαρβάρων, Άγιε, και των παγίδων έτι του εχθρού, πάντας ημάς φύλαξον, ένδοξε Γεώργιε.

Ωδή δ'. Εισακήκοα, Κύριε
Άγιε του Θεού πρέσβευε υπέρ ημών
Τοίς προστρέχουσιν, άγιε, σκέπη σου τη θεία γενού αντίληψις και πανώλους προθυμότατος ιατήρ, τρισμέγιστε Γεώργιε.

Άγιε του Θεού πρέσβευε υπέρ ημών
Των βαρβάρων την έφοδον δίωξον, παμμάκαρ, και της πανώλους τε ελευθέρωσον τους δούλους σου, τους θερμώς προστρέχοντες τη σκέπη σου.

Άγιε του Θεού πρέσβευε υπέρ ημών
Συ εφάνης αντίληψις άλλων τε πολλών και εμού του δούλου σου, και κινδύνων ηλευθέρωσας, ληστρικών εφόδων και πανώλεος.

Θεοτοκίον.
Υπεραγία Θεοτόκε σώσον ημάς 
Επί κλίνης οδύνης με και της αρρωστείας κατακειμένω μοι, ως φιλάγαθος βοήθησαν, Θεοτόκε μόνη αειπάρθενε.

Ωδή ε'. Φώτισον ημάς
Άγιε του Θεού πρέσβευε υπέρ ημών
Λύτρωσαι ημάς εκ κινδύνων και κακώσεων και βαρβαρικής εφόδου και συμφοράς και λοιμικών νοσημάτων, μάκαρ Γεώργιε.

Άγιε του Θεού πρέσβευε υπέρ ημών
Λύτρωσαι ημάς ορατών και αοράτων εχθρών, ανομβρίας και λοιμού συμφοράς και πάσης άλλης βλάβης τε, μάρτυς Γεώργιε.

Άγιε του Θεού πρέσβευε υπέρ ημών
Σώσον τους εις σε πεποιθότας ημάς Άγιε, εκ των κινδύνων και των δυσχερών και της πανώλεος, θείε Γεώργιε.

Θεοτοκίον.
Υπεραγία Θεοτόκε σώσον ημάς 
Ίασαι αγνή, της ψυχής μου την ασθένειαν, επισκοπής σου αξιώσασα, και την υγείαν τη πρεσβεία, σου παράσχου μοι.

Ωδή ε'. Την δέησιν εκχεώ
Άγιε του Θεού πρέσβευε υπέρ ημών
Θανάτου του λοιμικού απάλλαξον τους εις σε προσφεύγοντας εν πίστει, δακρυρροούντας και κλίνοντας γόνυ και εκβοώντας το πρόφθασον, άγιε, και σώσον ημάς επιδρομής των βαρβάρων, παμμάκαρ Γεώργιε.

Άγιε του Θεού πρέσβευε υπέρ ημών
Εξάρπασον συμφορών Γεώργιε, και δεινής πανωλεθρίας και ζάλης τρικυμιών, αστραπών και χαλάζης και πάσης δεινής περιστάσεως, ακρίδος τε και του λοιμού, ταις προς Θεόν θερμαίς ικεσίαις σου.

Άγιε του Θεού πρέσβευε υπέρ ημών
Ως έσωσας νεανίαν, Άγιε, της δεινής αιχμαλωσίας το πάλαι, ούτω και νυν εκλύτρωσαι, μάκαρ, τη προς Θεόν θερμή μεσιτεία σου, πανώλους βλάβης τε και φθοράς, συμφορών και κινδύνων, Γεώργιε.

Θεοτοκίον,
Υπεραγία Θεοτόκε σώσον ημάς 
Εν κλίνη νυν ασθενών κατάκειμαι και ουκ έστιν ίασις τη σαρκί μου άλλ' ή Θεόν και σωτήρα τού κόσμου και τον λυτήρα των νόσων κυήσασα σού δέομαι της αγαθής εκ φθοράς νοσημάτων ανάστησον.

Διάσωσον από κινδύνων τούς δούλους σου, αθλοφόρε, και εκ πανώλους και παθών, τους σοί καταφεύγοντας, ως ένθεος προς Χριστόν ημών πρέσβυς.

Άχραντε η δια λόγου τον Λόγον ανερμηνεύτως, επ' εσχάτων των ημερών τεκούσα δυσώπησον, ώς έχουσα μητρικήν παρρησίαν

Ήχος δ'. Προστασία των Χριστιανών
Προστασία και σκέπη, φρουρός και υπέρμαχος υπάρχεις ημίν τοις εν πίστει σοι προστρέχουοι. Μη παρίδης ημών των ικετών σου τας φωνάς, άλλα πρόφθασον ως συμπαθής και ρύσαι ημάς ανάγκης κινδύνων τε και θλίψεων, δαίμονας των παγίδων, βαρβάρων επιδρομής τε και πανώλεος βλάβης και φθοράς, πολύαθλε Γεώργιε μέγιστε.

Προκείμενον. Δίκαιος ως φοίνιξ ανθήσει.
Στίχος. Θαυμαστός ο Θεός.
Στίχος. Τοις αγίοις....
 
Ευαγγέλιον Έκ του κατά Λουκάν.
Εἶπεν ὁ Κύριος τοῖς ἑαὐτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις, οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήψονται περισσότερον κρίμα. Ἀναβλέψας δὲ εἶδε τοὺς βάλλοντας τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον πλουσίους. εἶδε δέ τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ λεπτὰ δύο, καὶ εἶπεν· Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν· ἅπαντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα τοῦ Θεοῦ, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς ἅπαντα τὸν βίον ὃν εἶχεν ἔβαλε. Ταῦτα λέγων ἐφώνει·. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

Δόξα, ταις του αθλοφόρου πρεσβείαις Ελεήμων εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Ελέησόν με ο Θεός κατά το μέγα έλεος σου και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου.

Ήχος πλ. β'. Όλην αποθέμενοι.
Αθλοφόρε μέγιστε και τον Κυρίου οπλίτα, μάρτυς συμπαθέστατε, αθλητά Γεώργιε και αήττητε, των πιστών καύχημα, ο φρουρός και φύλαξ, μη παρίδης τους ικέτας σου, αλλά συ πρόφθασον και εκ των κινδύνων εξάρπασον, πανώλους ασθενείας τε και βαρβαρικής επιθέσεως, πάντων δυσχερών τε δαιμόνων επήρειας και εχθρών, ταις σαις πρεσβείαις προς Κύριον και ταις παρακλήσεσιν.

Ωδή ζ'. Οι εκ της Ίουδαίας.
Άγιε του Θεού πρέσβευε υπέρ ημών
Λοιμικής ασθενείας και κινδύνων παντοίων και νοσημάτων φθοράς εξάρπασον με τάχος θερμαίς ταις ικεσίαις προς Θεόν και δεήσεσιν ταις σαις μεγαλομάρτυς, Γεώργιε τρισμάκαρ.

Άγιε του Θεού πρέσβευε υπέρ ημών
Λοιμικών νοσημάτων και του σώματός με απάλλαξον, Γεώργιε τρισμάκαρ, επιβουλής παντοίας δαιμόνων και δεινής περιστάσεως και της αιχμαλωσίας και πάσης κακουργίας.

Άγιε του Θεού πρέσβευε υπέρ ημών
Στρατιώτη οπλίτα, αθλοφόρε γενναίε μεγαλομάρτυς Χριστού, πρόφθασον εν κινδύνοις πρόφθασον εν ταις θλίψεσι και λύτρωσαι λιταίς σου ημάς τους σους ικέτας.

Θεοτοκίον.
Υπεραγία Θεοτόκε σώσον ημάς 
Σωμάτων μαλακίας και ψυχών αρρώστιας, Θεογεννήτρια, των πόθω προστρεχόντων τη σκέπη σου τη θεία, θεραπεύειν αξίωσον, η τον Σωτήρα Χριστόν ημίν αποτεκούσα.

Ωδή η'. Τον Βασιλέα των Ουρανών.
Άγιε του Θεού πρέσβευε υπέρ ημών
Τον αριστέα σε του Χριστού στρατιώτην ικετεύω του ρυσθήναι με πάσης βλάβης, λοιμικής τε και νόσου ολεθρίας.

Άγιε του Θεού πρέσβευε υπέρ ημών
Τον τροπαιούχον σε τον Χριστού αθλοφόρον ικετεύω, Γεώργιε τρισμάκαρ, λύτρωσαι με εν τάχει επιβουλής δαιμόνων.

Άγιε του Θεού πρέσβευε υπέρ ημών
Τον γεωργόν σε της ευσεβείας οπλίτην, ικετεύω τον θερμόν σε προστάτην, ίνα με λύτρωσης πανωλεθρίας νόσου.

Θεοτοκίον.
Υπεραγία Θεοτόκε σώσον ημάς
Κεκοσμημένον συ ανεδείχθης, Παρθένε, των χαρίτων του πνεύματος δοχείον, όθεν λυτρωσαί με λοιμού του οξυτάτου.

Ωδή θ'. Κυρίως Θεοτόκον.
Άγιε του Θεού πρέσβευε υπέρ ημών
Όλος εγώ προσπίπτω σκέπη σου τη θεία τον λυτρωθήναί με, παμμάκαρ, νόσον δεινής επιδρομής των βαρβάρων και περιστάσεως.

Άγιε του Θεού πρέσβευε υπέρ ημών
Σωτήρα και προστάτην σε επικαλούμαι, ίνα προφθάσης εν τάχει και εκλυτρώσης με, της των δαιμόνων απάτης φρενοβλαβείας τε.

Άγιε του Θεού πρέσβευε υπέρ ημών
Μακάριον σε τέλος εδέξατο, τρισμάκαρ μεγαλομάρτυς θείε Χριστού Γεώργιε, όθεν ημάς πάντας πάσης λύτρωσαι θλίψεως.

Θεοτοκίον.
Υπεραγία Θεοτόκε σώσον ημάς
Ανύμφευτε, Παρθένε, μήτερ Θεοτόκε, λοιμού, φθοράς και θλίψεως με απάλλαξον, λιταίς Γεωργίου του θείου μεγαλομάρτυρας.

Άξιον εστίν ως αληθώς μακαρίζειν σε την Θεοτόκον την αειμακάριστον και παναμώμητον και μητέρα του Θεού ημών την τιμιωτέραν των Χερουβείμ και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ την αδιαφθόρως Θεόν Λόγον τεκούσα την όντως Θεοτόκον σε μεγαλύνωμεν.
 
Είτα τα παρόντα του Αγίου.

Χαίροις αιχμαλώτων ο λυτρωτής και κινδυνευόντων ο θερμότατος βοηθός, Γεώργιε παμμάκαρ, σώσον ημάς ανάγκης, λοιμού πανωλεθρίου, τη προστασία σου.

Χαίροις των μαρτύρων η καλλονή, και του διαβόλου ο αντίπαλος και εχθρός, Γεώργιε μάκαρ, ρύσαι πάντας κινδύνων, λοιμού του οξυτάτου, και πάσης θλίψεως.

Λύτρωσαι τους δούλους σου αθλητά, ληστρικής εφόδου και βαρβάρων επιδρομής, λοιμικής τε νόσου παντοίων και δυσχερών, Γεώργιε τρισμάκαρ, τη μεσιτεία σου.

Λάμψον τα ελέη σου επ' εμοί λάμψον την σην δόξαν και θαυμάτων το αγλαές, Καππαδόκων κλέος, θαυματουργέ εν κόσμω, Γεώργιε τρισμάκαρ μαρτύρων καύχημα.

Δεύτε ευφημήσωμεν οι πιστοί εν ψαλμοίς και ύμνοις, εν καρδία ειλικρινεί τον εκ Παλαιστίνης εκλάμψαντα εν Κρήτη Γεώργιον τον θείον και παμμακάριστον.

Δεύτε πάντες άσωμεν οι πιστοί, εν ψαλμοίς και ύμνοις και βοήσωμεν εν χαρά, δώμεν δόξαν αίνον και ύμνον τω Αγίω, λάμψαντι εν τη Κρήτη νυν εν τοις θαύμασιν

Την εσθήτα πάντες την ιεράν, την σεπτήν τε ζώνην της θεόπαιδος Μαριάμ, προσκυνούντες πίστει, σωζόμεθα παντοίων και νόσων και κινδύνων αυτής τη χάριτι.

Φύλαττε και σκέπε ταις σαις λιταίς, Χαράλαμπες μάρτυς, ως την χάριν ταύτην λαβών, ημάς εκ παντοίων νόσου πανωλεθρίου και λοιμικού θανάτου ημάς εξάρπασον.

Εις την προσκύνησιν της εικόνας ψάλλεται το παρόν :

Ήχος β'. Οτε εκ τον ξύλου...
Πάντων, αθλοφόρε, ο φρουρός και καταφυγή συ υπάρχεις των προσφυγόντων εις σε, άγιε Γεώργιε, Μεγαλομάρτυς Χριστού, εν κινδύνοις και θλίψεσιν τη ση προστασία, λύτρωσαι τους δούλους σου και λοιμικής της φθοράς, πάσης περιστάσεως άλλης τους άσπαζομενους εν πίστει την σεπτήν και θείαν σου εμφέρειαν.

0 comments:

Δημοσίευση σχολίου